Ancient Greek
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ζ´ ΚΕΦΑΛΑΙΟΝ..1
Not analysed yet
Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ ἀυτοῦ ἕως πρωΐGen. 32, 24. . Εἶτα μετὰ βραχέα εἰπόντος τοῦ Ἰακὼβ, οὐ μή σε ἀποστείλω ἐὰν μή με εὐλογήσης· φησὶν πρὸς αὐτόν· Τί ὄνομά σοι; ὁ δὲ εἶπεν, Ἰακώβ. Εἶπεν δὲ αὐτῷ, Οὐκέτι Ἰακὼβ κληθήσεται τὸ ὄνομά σου, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Καὶ αὖθις μετ’ ὀλίγα, ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη ἡ ψυχή μου. Οἷς ἐπιφέρει φάσκουσα ἡ γραφὴ, ἀνέτειλε δὲ αὐτῷ ἥλιος ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Τῷ μὲν Ἀβραὰμ ἀρχῆθεν ὑπὰρ ὁ Κύριος χρηματίζει, καὶ πολλάκις μὲν διαλέγεται, τρὶς δὲ αὐτῷ καὶ ὀφθεὶς ἀναγέγραπται, καὶ οὐκ ἐν νυκτὶ, ἀλλ’ ἐν ἡμέρᾳ μέσῃ ὀφθείς· τὸ γοὖν τρίτον καὶ ἐν ἀυτῇ μεσημβρίᾳ αὐτῷ ἐπιξενοῦται· τῷ δὲ Ἰακὼβ πρῶτον μὲν δύναντος ἡλίου ἐν μέσῃ νυκτὶ καθ’ ὕπνους φαίνεται κατ’ εἴ γὰρ (κατιόντι) εἰς Μεσοποταμίαν, ὅτε ἐν τῷ ὁράματι θεωρήσας τὴν οὐρανοκλίμακα καὶ τοὺς ἀναβαίνοντας καὶ τοὺς καταβαίνοντας ἐν αὐτῇ ἀγγέλους, τὸν δὲ Κύριον ἐπεστηριγμένον ἐπ’ αὐτῆς, ἀκούει λέγοντος αὐτῷ τοῦ Κυρίου, Ἐγὼ κύριος ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σουGen. 28, 13. ,καὶ τὰ λοιπὰ, ἃ καὶ ἀπὸ τῶν ἑξῆς παρίσταται δι’ ἀγγέλου αὐτῷ εἰρηκώς· καὶ δεύτερον δὲ ἐν τῇ Μεσοποταμίᾳ, ὅτε ἐπιστὰς αὖθις ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος κύριος εἶπεν αὐτῷ, Ἀποστρέφου εἰς τὴν γῆν τῶν πατέρων σου καὶ εἰς τὴν γενεάν σου καὶ ἔσομαι μετὰ σοῦGen. 31, 3. . Καθ’ ὕπνον αὐτῷ ταῦτα καὶ δι’ ἀγγέλου εἴρηκεν· ὡς δὲ αὐτὸς ὁ Ἰακὼβ διδάσκει ἄνα (ἅμα) γοὖν τῇ θείᾳ φωνῇ τὴν Λείαν καὶ τὴν Ῥαχὴλ ἀνακαλέσας, μεθ’ ἕτερα τὸν γενόμενον αὐτῷ χρηματισμὸν ἀνατίθεται αὐταῖς λέγων, καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ’ ὕπνον, Ἰάκὼβ, καὶ τὰ ἑξῆς, ἐν οἷς φησὶν, Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ· οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σουGen. 31, 11. . Μετὰ δὲ ταῦτα ὑποστρέψαντι αὐτῷ ἀπὸ τῆς Μεσοποταμίας πρῶτον μὲν ἤδη πρωΐας οὔσης συνήντησαν οἱ ἄγγελοι τοῦ Θεοῦ, περὶ ὧν καὶ εἶπεν, παρεμβολὴ Θεοῦ αὕτη· καὶ εἰκός γε τούτους ἐκείνους εἶναι, οὓς πρότερον ἐπὶ τῆς κλίμακος ἑωράκει· εἶτα δὲ καὶ ἀνατέλλει αὐτῷ ὁ ἀνωτέρω δύνας ἥλιος μετὰ τὴν προεκτεθεῖσαν περικοπὴν, ἐν ᾗ φαίνεται παλαίων αὐτῷ καθ’ ὕπνους ὁ φήσας πρὸς αὐτὸν, οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός. Μετὰ γοὖν τὴν ὀπτασίαν ἀνέτειλεν αὐτῷ ὁ ἥλιος· ἤδη δὲ προκόψαντι καὶ τελειωθέντι οὐκέτι καθ’ ὕπνους, ἀλλ’ οὐδὲ ἐν νυκτὶ, οὐδὲ δι’ ἀγγέλου, οὐδὲ μὴν δι’ ἀνθρωπίνου εἴδους, ἐν μέσῃ δὲ ἡμέρᾳ καὶ φωτὶ χρηματίζων αὐτῷ ὁ Θεὸς φησὶν, Ἀναστὰς, ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκέῖGen. 35, 1. · καὶ ἐπὶ τούτοις πᾶσι τότε πρῶτον ἡ θεία γραφὴ μαρτυρεῖ ὅτι ὄφθη αὐτῷ ὁ Θεὸς ἐν Λουζᾶ, καὶ εὐλόγησεν αὐτὸν λέγων τὰ ἀναγεγραμμένα. Ζητήσομεν δ’ ἐπὶ σχολῆς πῶς μετὰ ταῦτα μέλλοντι αὐτῷ κατιέναι εἰς Αἴγυπτον πάλιν ἐν ὁράματι καὶ διὰ νυκτὸς ὁ Θεὸς εἶπεν, Μὴ φοβοῦ καταβῆναι εἰς ΑἴγυπτονGen. 46, 3. . Ταῦτα δὲ ἡμῖν ἀναγκαίως παρατέθειται· δείκνυσιν γὰρ ὅτι μὴ εὐχερῶς μὴ δ’ ἐπὶ τῶν τυχόντων ἀνδρῶν ἡ θεία γραφὴ τὸν Θεὸν ὦφθαι ἱστορεῖ· οὔτ’ οὖν ἐπὶ τοῦ Ἀδὰμ, οὔτ’ ἐπὶ τοῦ μετατεθέντος Ἑνὼχ, ἀλλ’ οὐδ’ ἐπὶ τοῦ Νῶε, οὐδ’ ἐπ’ αὐτοῦ Μωσέως τετήρηται ὅτι ὄφθη τινὶ τούτων ὁ Θεὸς, καίτοι γε πολλάκις αὐτοῖς διειλέχθαι ἀναγεγραμμένος· ἀλλ’ οὐδ’ ἐπὶ ἑνός γε ἄλλου ὁ θεῖος λόγος τὸν Θεὸν ὦφθαι εἰσάγει, ἢ ἐπὶ μόνου τοῦ Ἁβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ· καὶ ἐπὶ μὲν τοῦ Ἁβραὰμ οὐ κατὰ τὸν πρῶτον αὐτῷ χρηματισμὸν ὤφθη, ἀλλὰ κατὰ τὸν δεύτερον καὶ κατὰ τὸν πέμπτον καὶ ἕκτον· ἐπὶ δὲ τοῦ Ἰακὼβ μετὰ τὰ ἀναγεγραμμένα πάντα· τῷ γὰρ Ἰσαὰκ δὶς μόνος χρηματίσας ὁ κύριος τὸ δὶς ὦφθαι αὐτῷ ἀναγέγραπται, εἰ καὶ τὸ δεύτερον ἐν νυκτί. Πρόδηλον δὲ ἀπὸ τῶν κατὰ τὸν Ἁβραὰμ προειρημένων ἡμῖν, ὅτι μὴ ἐπὶ τὸ πρῶτον αἴτιον ἀναφέρειν χρὴ τὰς ὀπτασίας, ἀλλ’ ἐπὶ τὸν θεῖον Λόγον, ὃν οὐδὲ αὐτὸν (αὐτοὶ) πῶ χωρεῖν οἷοί τε ἦσαν οἱ μακάριοι καὶ θεῖοι ἄνδρες· τούτοις γ’ οὖν αὐτοῖς, οἷς καὶ ὦφθαι προείρηται, μετὰ πλείστας προγυμνασίας ἑωρᾶτο. Τίς δὴ (ἂν) οὖν ἄλλος εἴη καὶ ὁ κατὰ τὴν προκειμένην περικοπὴν συμπαλαίων καὶ συναγωνιζόμενος καὶ ὡσπερεὶ συμμαχῶν τῷ Ἰακὼβ, ἢ ὁ πολυμερῶς καὶ πολυτρόπως τοῖς πατράσι λαλήσας ὁ ἱερὸς τοῦ Θεοῦ Λόγος, μόνος μετὰ τὸν Πατέρα Κύριος καὶ Θεὸς χρηματίζων, ὃς καὶ εὐλογήσας τὸν Ἰακὼβ Ἰσραὴλ αὐτὸν ὠνόμασεν, ἐπειπὼν, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ; Οὕτως δὲ ἑώρων οἱ θεῖοι ἄνδρες τὸν τοῦ Θεοῦ Λόγον, ὡς καὶ οἱ φήσαντες τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι· Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς· 1 Jo. 1, 1. ὃν λόγον καὶ ζωὴν θεασάμενος ὁ Ἰακὼβ ἐπιφέρει λέγων, εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον· καὶ ἐσώθη μου ἡ ψυχή.