Ancient Greek · ~37 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Η′ ΚΕΦΑΛΑΙΟΝ..1
Not analysed yet
Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ υἱέ μου ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἐγερῖ αὐτόν; Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· καὶ αὐτὸς προσδοκία ἐθνῶνGen. 49, 8. ,καὶ τὰ ἐξῆς. Ὡς Ἁγίου Πνεύματος τὸν λόγον ἀκουστέον τοῦ Ἰακὼβ τὰ περὶ τοῦ Χριστοῦ προθεσπίζοντος καὶ εἰς πρόσωπον ἀναφωνοῦντος αὐτοῦ τὰ ἀπὸ τοῦ, Ἰούδα σὲ αἰνέσεσαν οἱ ἀδελφοί σοι· ὅτι γὰρ οὐ πρὸς τὸν ἕνα τῶν υἱῶν τοὺς λόγους ὁ πατριάρχης ἐποιεῖτο δῆλον τοῖς ἐπιστήσασι τῇ γραφῇ διηγηματικῶς φασκούσῃ, Ἐκάλεσε δὲ Ἰακὼβ τοῦς υἱοὺς αὐτοῦ, καὶ εἶπεν· Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. Οὐκοῦν περὶ μελλόντων προφητεύσειν αὐτοῖς ἐπαγγέλλεται. Σαφὲς δὲ καὶ ἄλλως ὅτι μὴ πρὸς τὸν πατριάρχην Ἰούδαν αἱ τῆς προφητείας ἁρμόττουσι φωναί· πότε γὰρ ἐκεῖνον ἢ καὶ διὰ τί προσεκύνησαν οἱ ἀδελφοὶ αὐτοῦ, ἐπὶ τίνι δὲ κατορθώματι ἢ καὶ πότε ἤνεσαν αὐτόν; Πῶς δ’ ἄν τις καὶ τὰ λοιπὰ τῆς προφητείας ἐπ’ ἐκεῖνον ἁρμόζων διηγήσεται· Ἀλλ’ οὐδὲ ἐπὶ τὴν φυλὴν εὐλογίστως τίς αὐτὰ ἀναφέροι, ὅτι μὴ μόνον ἐκ τῆς Ἰούδα φυλῆς ἄρχοντες κατέστησαν τοῦ λαοῦ· οἵ τε γὰρ μετὰ Μωσέα κριταὶ ἐκ διαφόρων γενόμενοι φυλῶν διήρκεσαν ἡγούμενοι ἐπὶ ἔτεσιν ἐγγὺς ποῦ πεντακοσίοις, μεθ’ οὓς ἐκ φυλῆς Βενιαμὶν πρῶτος ἁπάντων βασιλεύει Σαοὺλ, καὶ οὕτως μετὰ τούτους οἱ ἐκ φυλῆς Ἰούδα βασιλεύουσιν οὐδ’ ὅλοις ἔτεσι πεντακοσίοις· εἶτα μετὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν οἱ ἐκ φυλῆς Λευὶ προέστησαν τῶν πραγμάτων ὑπὲρ τὰ πεντακόσια ἔτη μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας. Τί οὖν μᾶλλον περὶ τῆς Ἰούδα φυλῆς τὰ προειρημένα φησὶν ἡ προφητεία, οὐχὶ δὲ καὶ περὶ τῶν λοιπῶν; Οὐκ ἄρα οὐδὲ ἐπὶ τὴν φυλὴν ἁρμόζοι τὰ δηλούμενα· τὸν μέντοι γε ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν ἀναφανέντα Ἰούδαν ἀληθινὸν ἴσμεν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ ταμίαν τῶν περὶ αὐτοῦ ἐπινοιῶν καὶ Ἰούδαν ὀνομασθέντα· ὥσπερ δὴ καθ’ ἑτέραν Ἰσραὴλ, καὶ κατ’ ἄλλην Ἰακὼβ, καὶ Δαυὶδ, καὶ ἄλλοτε ἄλλως· τοῦτον δὲ καὶ οἱ ἱεροὶ ἀπόστολοι, καὶ πάντες ὅσοι τοῦ πνεύματος τῆς υἱοθεσίας ἠξιώθησαν, ἤνεσάν τε καὶ προσεκύνησαν· αἱ χεῖρές τε αὐτοῦ, ἃς συμβολικῶς ἡγούμεθα εἶναι τὰς πράξεις, κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ, τοῦτ’ ἔστιν τῶν νοητῶν πολεμίων φευγόντων αὐτὸν γεγόνασιν· οὗτος δὲ καὶ ὡς σκύμνος λέοντος εἴρηται, εἴτε διὰ τὴν κατὰ σάρκα γένεσιν ἐκ βασιλικῆς φυλῆς, καὶ τῆς τοῦ Δαυὶδ ῥίζης, καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίαςRom. 8, 3. γεγενημένην· εἴτε διὰ τὴν θεότητα, ἧς ἑαυτὸν κενώσας ἐνηνθρώπισεν, δι’ ἥν εὐκαίρως καὶ τὸ, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης, ὑπὸ τοῦ Ἰακὼβ ἀναπεφώνηται. Ὅτε μὲν οὖν τὴν ἐκ βλαστοῦ καὶ ἐκ ῥίζης αὐτοῦ γένεσιν ἐδήλου τοῦ Σωτῆρος, σκύμνον λέοντος αὐτὸν ὠνόμασεν, εἰπὼν, σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ υἱέ μου ἀνέβης· ὅτε δὲ τὴν ἀνάβλησιν καὶ τὴν κατὰ τὸ πάθος αὐτοῦ κοίμησιν προφητεύει, ἀμφότερα αὐτὸν φησὶ καὶ ὡς λέοντα καὶ ὡς σκύμνον ἐν τῷ, ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τότε γὰρ οὐ μόνον ὡς ἐκ βασιλικοῦ τυγχάνων γένους, ἀλλὰ καὶ ὡς αὐτὸς βασιλεὺς ὢν ἀνύψωτο· ὁμολογούντων αὐτὸν τῶν ἐθνῶν, εἰ καὶ μὴ οἱ. ἐκ περιτομῆς ἤθελον, ὡς ἄρα αὐτὸς εἴη ὁ βασιλεὺς τοῦ Ἰσραήλ· καὶ ἄλλως δὲ ῥηθείη ἂν, ἐπειδὴ πρὸς ἀντικειμένας δυνάμεις αἰρομένῳ πόλεμον. καὶ καταλύειν μέλλοντι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστιν τὸν διάβολον, ἔδει παρεῖναι τῷ ἐκ βλαστοῦ Ἰακὼβ κατὰ σάρκα γεγενημένῳ τὴν θεότητα τοῦ Λόγου· εἰκότως λέοντι μὲν ἡ θεότης παραβέβληται διὰ τὸ κεχειρῶσθαι καὶ νενικηκέναι πάσας τὰς ἀγρίας καὶ ἀτιθάσους δυνάμεις· σκύμνῳ δὲ λέοντος, ὃ ἀνειλήφει σαρκίον ἐκ τῆς τοῦ Ἰούδα βασιλικῆς τυγχάνων φυλῆς· ἀλλὰ καὶ εἴπερ ὁ ἀντίδικος ἡμῶν διάβολος ὡς λέων ἐστὶν ὡρυόμενος, ὅρα μὴ τούτου σκύμνος πᾶς ἂν λεχθείη ἁμαρτωλὸς, ἐπεὶ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται. Ἐπεὶ οὖν καὶ ὁ Σωτὴρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐλήλυθε, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάραRom. 8, 3. · καὶ, μὴ γνόντα αὐτὸν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν2 Cor. 5, 21. · ὅρα μὴ τούτων ἕνεκεν κατά τινα βαθύτερον λόγον οὔτε λέοντα οὔτε σκύμνον, ἀλλ’ ὡς λέοντα καὶ σκύμνον γεγονέναι αὐτὸν παρὰ τὸν τοῦ πάθους καιρὸν ἡ προφητεία θεσπίζει· ἐπεὶ καὶ αὐτὸς τὸ ἑαυτοῦ πάθος τῷ τοῦ ὄφεως παραβάλλει λέγων, ὥσπερ Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπουIo. 3, 14. . Ἐπὶ τούτοις σεσιωπημένως τὸ κατὰ τὴν ἀνάστασιν αὐτοῦ μυστήριον ὑπαινίττεται διὰ τοῦ, τίς ἐγερεῖ αὐτόν; Σαφὲς δ’ ἡμῖν ἐκ τοῦ συμπεράσματος γέγονε τίς ἤγειρεν Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν· δῆλον γὰρ ὅτι ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ. Ἑξῆς δὲ λέγεται τὰ ἀπὸ τοῦ, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ· ἅπερ εἰ μὲν ἐξ ἑτέρας ἀναγινώσκοιμεν ἀρχῆς, λέγοιτο ἂν ὡς περὶ ἁπάντων τῶν ἐκ τοῦ Ἰουδαίων γένους καθηγησαμένων τοῦ λαοῦ, καὶ εἴη ἂν κατ’ αὐτὴν τὴν διάνοιαν ὁ τῶν προκειμένων ῥητῶν νοῦς τοίοσδέ τις· οὐ πρότερον παύσονται οἱ ἐξ Ἰουδαίων ἄρχοντες καὶ ἡγούμενοι ἐπὶ τὸν Ἰουδαίων λαὸν καθιστάμενοι, ἕως ἂν ἔλθῃ ὁ τῆς τῶν ἐθνῶν προσδοκίας αἴτιος, τοῦτ’ ἔστιν ὁ Χριστὸς, οὗ παραγενομένου ἐκλείψειν ἀνάγκη τοὺς προειρημένους. Τούτων δ’ οὕτως ἐχόντων, ἐπισκεψώμεθα τοὺς καθ’ ἡμᾶς χρόνους, εἴγε νῦν βασιλεῖς καὶ ἡγουμένους ἐστὶν εὑρεῖν. Ἀλλὰ γὰρ πᾶσι πρόδηλον ὡς μετὰ τῶν λοίπων καὶ τὸ Ἰουδαίων ἔθνος τοῖς κατεπαρχιῶν (κατ’ ἐπαρχίας) Ῥωμαίων ἡγεμόσιν ὑποτέτακται, μὴ δ’ ἑνὸς αὐτῶν τὴν τοῦ ἄρχειν ἐξουσίαν ἐπιτετραμμένου. Καὶ τοῦτό γε ἀπὸ τῶν χρόνων τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως ἤρξατο· μέχρι γοὖν Ἡρώδου βασιλέως Ἑβραίους ἐξ Ἑβραίων τοῦ παντὸς αὐτῶν ἔθνους ἄρξαντας ἐν ταῖς ἱστορίαις εὑρίσκομεν, ἐξ αὐτοῦ Μωσέως κατὰ διαδοχὴν ἡγησαμένων πρῶτον μὲν τῶν λεγομένων κριτῶν, εἶθ’ ἑξῆς τῶν βασιλέων μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, μεθ’ ἣν οἱ ἀρχιερεῖς τὴν ἀρχὴν διαδεξάμενοι ἐπὶ τὴν Αὐγούστου διήρκεσαν βασιλείαν· καθ’ ὃν Ἡρώδου πρώτου τὸ γένος ἀλλοφύλων (λου) τὴν κατ’ αὐτῶν βασιλείαν ὑπὸ Ῥωμαίων ἐγχειρισθέντος ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐγεννήθη. Ἤδη τοίνυν ἐξ ἐκείνου καὶ μέχρι τοῦ παρόντος χρόνου σαφῶς ἐκλελοιπὼς ἄρχων τε καὶ ἡγούμενος ἐν Ἰουδαίοις ἀποδείκνυται· δῆλον ὡς ἐλήλυθεν ὁ πεπροφητευμένος Σωτὴρ ἡμῶν, οὗ ἀπὸ τῶν χρόνων οὐ μόνον οἱ Ἰουδαίων ἐπιλελοίπασιν ἄρχοντες, ἀλλὰ καὶ πᾶσα ἡ πρὸς αὐτῶν ἐν Ἱερουσαλὴμ ἀποτελουμένη κατὰ τὸν Μωσέως νόμον λατρεία. Σαφῶς δὲ καὶ ἡ προσδοκία τῶν δι’ αὐτοῦ καταπεφευγότων ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἐθνῶν ἔργῳ πληροῦσθαι ἤρξατο ἀπὸ τῶν τῆς παρουσίας αὐτοῦ χρόνων, κατὰ τὴν τοῦ Ἰακὼβ προφητείαν. Καὶ ταῦτα μὲν εἰ ὡς ἀπὸ ἰδίας ἀρχῆς ἀναγινώσκοιμεν τὰ ἀπὸ τοῦ, οὐκ ἑκλείψει ἄρχων ἐξ Ἰούδα· εἰ δ’ ὡς ἀκόλουθον τῇ πρὸ αὐτῆς διανοίᾳ καὶ τὴν μετὰ χεῖρας συνάπτομεν, ἑξῆς ἂν εἴη, τοῦ Χριστοῦ Ἰούδα νενοημένου κατὰ τὰ προαποδεδόμενα, τὸ οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἐπὶ τοὺς μετὰ τὸν Χριστὸν ἄρχοντας καὶ ἡγουμένους τῆς ἐκκλησίας ἐκλαμβάνειν, οὓς ἡ προφητεία φησὶν μὴ ἐκλείψειν ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· ὡς εἰ σαφέστερον ἔλεγεν, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ τῆς συντελείας ἐπιστάσης, κομίσηται τὴν κατὰ τῶν ὅλων βασιλείαν. Ὅτι δὲ καὶ ἡγουμένους τοὺς τοῦ Χριστοῦ μαθητὰς τὸ θεῖον ἀποκαλεῖ πνεῦμα σαφές ἐστιν ἐκ τοῦ λέγεσθαι περὶ τοῦ Ἰούδα, σὺ δὲ ἄνθρωπε ἰσόψυχε ἡγεμών μου καὶ γνώστα μουPs. 54, 13. . Καὶ τούτοις δὲ χρὴ προσέχοντας τοὺς ὡς θείοις καὶ ἀληθέσι τοῖς ἱεροῖς λόγοις πεπιστευκότας μηδαμῶς θροεῖσθαι, μὴ δὲ μὴν σείεσθαι τὴν πίστιν ὑπὸ τῶν κατὰ καιροὺς διωγμῶν, καὶ μάλιστα τοῦ ἐνεστῶτος ὑπὲρ τοὺς πώποτε σφοδρότατα καθ’ ἡμῶν πνεύσαντος, καὶ τοιαῦτα ἐπιδειξαμένου κατά τε τῶν ἐκκλησιῶν καὶ παντὸς τοῦ λαοῦ, ὅποια οὔτε ἀπὸ γραφῆς οὔτε μὴν ἐκ παραδόσεως ἀρχαίων τίς ἐμνημόνευσεν. Ταῦτα δὲ φαμὲν, ἐπεὶ τάχα δόξειεν ἄντικρυς κατὰ τὸν ἐνεστῶτα διωγμὸν τἀναντία συμβεβηκέναι τοῖς εἰρημένοις, διὰ τὸ μὴ δὲ ἄθροισμα νῦν συνεστάναι δοκεῖν, μήτε τὸν κανόνα τῶν τῆς ἐκκλησίας ἀρχόντων. Ἀψευδοῦς τοιγάρτοι τυγχανούσης τῆς θεοπνεύστου γραφῆς, πεπεῖσθαι χρὴ ὅτι μὴ πάντως ἐξέλειπον οἱ προειρημένοι, εἰ καὶ δοκοῖεν τισὶν ἐκλελοιπέναι· ὁ γὰρ εἰπὼν τῷ προφήτῃ Θεὸς, Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ ΒάαλRom. 11, 4. ,ὑπειληφότι μόνον αὐτὸν περιλελεῖφθαι τῶν λοιπῶν ἀνῃρημένων, ὁ αὐτὸς καὶ νῦν τοὺς ἀξίους τῆς αὐτοῦ προνοίας ἐφορᾷ, λεῖμμα κατ’ ἐκλογὴν χάριτος καὶ ἡμῖν διαφυλάττων τοὺς πρὸς αὐτοῦ φρουρουμένους, καὶ πρὸς αὐτοῦ μόνου θεωρουμένους· περὶ ὧν εἴποιμεν ἂν καὶ αὐτοὶ τὸ, Εἰ μὴ Κύριος Σαβαὼθ’ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἄν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημενRom. 9, 29. . Τὸ γάρ τοι εἰς τὸ παντελὲς ἐκλελοιπέναι νομίζειν τοὺς τοῦ λόγου προεστῶτας, ἄρχοντας καὶ ἡγουμένους ὑπὸ τῆς προφητείας ὠνομασμένους, ἕν τι τῶν ἀμηχάνων τυγχάνει, διὰ τὸ καὶ ὅρον τεθεῖσθαι τοῦ μὴ ἐκλείψειν ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· τοῦτ’ ἔστι τὰ ὑπὸ τοῦ Πατρὸς ἐπηγγελμένα τῷ Χριστῷ, φήσαντι (τος) πρὸς αὐτὸν, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν πόδῶν σουAct. 2, 35. · ὅτε καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς ΧριστόςPhil. 2, 10. · τηνικαῦτα γὰρ καὶ τῶν ἔθνων προσδοκία τῶν ἐπὶ τοῦ παρόντος εἰς αὐτὸν πεπιστευκότων καιρὸν ἕξει τὰς προσδοκηθείσας ἐπαγγελίας κομίσασθαι ἐν τῇ προσδοκωμένῃ τῶν οὐρανῶν βασιλείᾳ. Καὶ ταῦτα μὲν ταύτῃ· τὰ δ’ ἑξῆς ἀπὸ τοῦ, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, τῆς δι’ ἀλληγορίας ὑπονοίας ἀρτημένα τοῖς φιλομαθέσι ζητεῖν καταλείψομεν, πλεονάσαντες καὶ ἐν τοῖς εἰρημένοις, οὐ κατὰ τὸν προτεθέντα μὲν σκοπὸν, ὅμως δ’ ἐξ ἀνάγκης ὑπὲρ σαφοῦς διηγήσεως τῶν κατὰ τὸν τόπον.