Ancient Greek · ~20 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ἀπὸ τῆς Ἐξόδου.—Θ′..1
Not analysed yet
Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ. Exod. 3, 1. Καὶ μετ’ ὀλίγα· καὶ ἦλθον εἰς τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ· ὤφθη δὲ ἄγγελος κυρίου αὐτῷ ἐν φλογὶ πυρός. Καὶ μέθ’ ἕτερα· ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ μέσου τοῦ βάτου λέγων. Καὶ αὖθις· εἷπεν δὲ κύριος πρὸς αὐτόν· Ἐγώ εἰμι ὁ ὤν. Καὶ μετὰ πλεῖστα· ἐλάλησεν δὲ ὁ Θεὸς πρὸς Μωσῆν· καὶ εἶπεν πρὸς αὐτόν· Ἐγὼ κύριος, καὶ ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, Θεὸς ὤν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς· καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺςExod. 6, 2. ,καὶ τὰ ἑξῆς. Σφόδρα παρατετηρημένως ἐν τούτοις οὐχ ὁ Κύριος ἀλλ’ ὁ ἄγγελος ὦφθαι τῷ Μωσεῖ ἀναγέγραπται, δί’ οὗ καὶ ὁ Κύριος ὥσπερ δι’ ἑρμηνέως χρηματίζων διδάσκει, ὅτι μὴ εἴη ὑποβεβηκυῖά τις δύναμις ἡ χρηματίζουσα, ἀλλ’ αὐτὸς ὁ ὤν. Σαφέστερον δὲ τίς ἐστιν ὁ ὢν παριστᾷ ἐν τῷ φησὶν Ἐγὼ κύριος· καὶ ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν· καὶ τὸ ὄνομα μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς· ὃ καὶ τοιοῦτον δοκεῖ μοι νοῦν περιέχειν· σοὶ μὲν τὸ ὄνομά μου τέως αὐτὸ μόνον δηλῶν φημὶ Ἐγὠ Κύριος· τοῖς δὲ σοῖς πατράσιν τὸ μὲν ὄνομά μου οὐκ ἐδήλωσα, καὶ μείζονος γὰρ ἄξιοι τῆς τοιαύτης γνώσεως ἐτύγχανον ὄντες· αὐτὸς δὲ ὤφθην αὐτοῖς καὶ δι’ ἐαυτοῦ (ἐμαυτοῦ) τὴν διαθήκην μου πρὸς αὐτοὺς ἔστησα. Πρόδηλον δὲ ἐκ τῶν προαποδεδομένων τίς ἦν ὁ τοῖς πατράσιν ὀφθείς· τοῦτον γὰρ ἐξεταζόμενος τὸν τρόπον ὁ λόγος πρὸς τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸν Λόγον ὑπάρχειν ἀπεδείκνυεν. Οὐκοῦν ὁ αὐτὸς καὶ νῦν ἐπιφαίνεται, ἀλλ’ οὐχ ὁμοίως γε τοῖς προπάτορσιν· ἐκείνοις γὰρ ἅτε μείζοσι καὶ τελειοτέροις αὐτὸς ὤφθη, καὶ δι’ ἑαυτοῦ τὴν διαθήκην αὐτοῦ πρὸς αὐτοὺς ἔστησεν· ἐπὶ δὲ τοῦ Μωσέως ὤφθη μὲν οὐχ ὁ Κύριος, ἀλλ’ ὁ ἄγγελος· ἐκάλεσε δὲ αὐτὸν οὐκέτι ὁ ἄγγελος, ἀλλ’ ὁ Κύριος· Κύριος μὲν γὰρ ἦν ὁ διαταττόμενος, ἄγγελος δὲ ὁ τοὺς θείους λόγους διακονούμενος· ὅθεν εἰ καί τι ἄλλο θαυμασίως ἐκπεφώνηται τῷ ἱερῷ ἀποστόλῳ, καὶ τὸ, ὁ μόνος διαταγῆς (γεὶς δι’) ἀγγέλων ἐν χειρὶ μεσίτουGal. 3, 19. · καὶ τὸ, εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιοςHeb. 2, 2. . Σαφῶς γοὖν ἄγγελος εἰσῆκται καὶ ὁ Κύριος δι’ αὐτοῦ χρηματίζων· καὶ οὐδὲ ἅπαξ ἂν εὕροις δι’ ὅλης τῆς νομοθεσίας τὴν γραφὴν σημειουμένην ὡς ὅτι δὴ ὤφθη ὁ Θεὸς ἢ ὁ Κύριος τῷ Μωσεῖ, ὅπερ ἐπὶ μόνων τῶν τριῶν πατριαρχῶν εἰρημένον ἐμφαίνεται· ὡς ἐκ τούτων σαφὲς εἶναι, τὴν πᾶσαν νομοθεσίαν τοῖς κατὰ τὸν τότε λαὸν, οἷα δὴ νηπίοις τὰς ψυχὰς καὶ εἰσαγομένοις, διδομένην ὥσπερ διὰ παιδαγωγῶν καὶ οἰκονόμων παραδεδόσθαι, τυπικῶς τε αὐτοῖς καὶ εἰκονικῶς τὰ θεῖα διὰ συμβόλων ᾐνίχθαι, τῷ μὴ τὴν μυστικωτέραν καὶ πνευματικὴν οἷόν τε αὐτοὺς ἐπιδέξασθαι διδασκαλίαν, ἅτε γοὖν παισὶ τρόποις Αἰγυπτίοις ἐκδιῃτημένοις, καὶ πολλῆς ἔτι χρῄζουσιν ἐπιστρεφείας, πῦρ εἶναι ὁ Θεὸς, κατὰ τὸ, ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκονDeut. 4, 24. ,ὅπερ οὐδαμῶς ἐπὶ τῶν πατριαρχῶν εἴρηται. Ἀλλὰ καὶ ὅτε προστάττει ἁγνίσασθαι αὐτοὺς ὅπως ἴδωσι τὴν δόξαν Κυρίου, οὐχ ὥσπερ ἐπὶ τοῦ Ἁβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ ἁπλῶς εἴρηται ὅτι ὤφθη αὐτοῖς ὁ Θεὸς, μετὰ πολλῆς δὲ καταπλήξεως καὶ φαντασίας αὐτὰ δὴ ταῦτα ἀναγέγραπται· καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον, καὶ ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπὶ τοῦ ὄρους, καὶ φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ἐν τῇ παρεμβολῇ· καὶ ἐξήγαγε Μωσῆς τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος (Σινά. τὸ ὄρος) Σινὰ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ’ αὐτοῦ τὸν Θεὸν ἐν πυρί· καὶ ἀνέβαινεν ὁ καπνὸς αὐτοῦ ὡσεὶ καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα· ἐγίνοντο δὲ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ, κατέβη δὲ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ ἐκάλεσε Κύριος ΜωσῆνExod. 19, 16. ,καὶ τὰ ἑξῆς. Ὅτι μὲν οὖν κατέβη Κύριος διὰ τούτων μεμαρτύρηται· ὅτι δὲ καὶ ὤφθη οὐκέτι εἴρηται, ὃ ἐπὶ μόνων τῶν πατριαρχῶν τετήρηται. Οὐκοῦν παρουσία μὲν ἐγεγόνει τοῦ Κυρίου· ὀπτασία δὲ, οὐκ αὐτοῦ, ἀλλὰ δῆλον ὅτι τῶν ἀμφ’ αὐτὸν δορυφόρων ἀγγέλων, δι’ ὧν χρησίμως τῷ λαῷ φοβερὰν καὶ καταπληκτικὴν ἐποιήσατο τὴν ὀπτασίαν, εὐλάβειαν ὅμου καὶ φόβον καὶ πίστιν τὴν εἰς αὐτὸν κρατῦναι ἐν ἀυτοῖς προμηθούμενος εἰς φυλακὴν καὶ τήρησιν τῶν μελλόντων αὐτοῖς παραδίδοσθαι νόμων. Καὶ ὅτι γε πλείους ἐτύγχανον οἱ τῷ Κυρίῳ κατὰ τὴν νομοθεσίαν διακονούμενοι ἄγγελοι, αὐτὸς Μωσῆς ἐν ταῖς εὐλογίαις παρίστησι λέγων, Κύριος ἐκ Σινᾶ ἥκει, καὶ ἐπέφανεν ἐι Σιεὶρ ἡμῖν, καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσιν Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ’ αὐτοῦDeut. 33, 2. ,καὶ τὰ ἐξῆς· δι’ ὃ καὶ ὁ Στέφανος ἐν ταῖς Πράξεσιν ὡς πρὸς τὸν λαὸν ἀποτεινόμενος φησίν, οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατεAct. 7, 53. .