Ancient Greek · ~18 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.ΙΑ′..1
Not analysed yet
Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φωλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. Πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει ἐν αὐτῷ, οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ’ αὐτῷ. Exod. 23, 20. Ταῦτα μετὰ τῶν λοιπῶν δικαιωμάτων ὁ Κύριος τῷ λαῷ διαστέλλεται. Εἰ μὲν οὖν μετὰ τὴν Μωσέως τελευτὴν μὴ ὁ αὐτὸς κύριος ὁ ἐπὶ τῆς ἐρήμου χρηματίζων συμπαρῆν τῷ λαῷ, ἀλλ’ ἀγγέλων τὶς αὐτῶν προηγεῖτο, οὐδὲν ἂν εἰς τοὺς τόπους ζητούμενον ἦν· ἐπεὶ δὲ ἐκ τῆς ἱστορίας φαίνεται καὶ μετὰ τὴν Μωσέως τελευτὴν ὁ αὐτὸς κύριος τῷ Ἰησοῦ χρηματίζων καὶ σαφῶς ἐν τοῖς πρὸς αὐτὸν χρησμοῖς λέγων, ὅτι ὥσπερ ἤμην μετὰ Μωσῇ, οὕτως ἔσομαι μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλείψω σε, οὐδ’ ὑπερόψομαί σε. Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖςJos. 1, 5. · καὶ δι’ ὅλης τῆς γραφῆς ἄγγελος μὲν οὐδαμῶς ἐπιπαρὼν ἢ χρηματίζων τῷ Ἰησοῦ φαίνεται, ἀλλ’ αὐτὸς ὁ Κύριος ὁ καὶ παρὰ Μωσεῖ διὰ τοῦ τετραγράμμου δηλούμενος, ὃς καὶ δοκεῖ μοι ὁ αὐτὸς εἶναι τῷ ἐν ἀνδρὸς σχήματι εἰς ἅπαξ μόνον παραφανέντι τῷ Ἰησοῦ. Ὥσπερ γὰρ ἐπιφανεὶς τῷ Ἁβραὰμ καὶ τῷ Ἰακὼβ ἀναγέγραπται, οὕτω καὶ νῦν ἐπὶ τῷ παιδεῦσαι τὸν θεράποντα μὴ αὐτὸν ἡγεῖσθαι τὸν πρῶτον καὶ ἀγένητον εἶναι Θεὸν, ἀλλ’ ἀρχιστράτηγον τῆς ἐκείνου δυνάμεως ἀποφαίνεται. Εἰ δὴ οὖν διὰ πάσης τῆς τοῦ Ἰησοῦ γραφῆς ἄγγελος μὲν οὐδ’ ὅλως παρὼν ὀνομάζεται, ἀλλ’ αὐτὸς ὁ διὰ πάσης τῆς παρὰ Μωσεῖ νομοθεσίας δηλούμενος κύριος· μαρτυρεῖ γ’ οὖν σαφῶς ἡ γραφὴ λέγουσα, Καὶ ἦν Κύριος μετὰ ἸησοῦJos. 6, 27. · τίνος ἂν λέγοιτο, Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὅπως ἀγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοιExod. 23, 20. ; Ἔοικεν οὖν διὰ τούτων οὐκ ἄλλον ἀλλ’ αὐτὸν δηλοῦν τὸν Ἰησοῦν· αὐτὸς γὰρ εἰσήγαγεν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς καὶ αἱ πρὸς αὐτὸν δηλοῦσιν τοῦ Θεοῦ φωναὶ λέγοντος,Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν περὶ αὐτοῦJos. 1, 6. . Ἆρα προδιατάσσεται τῷ λαῷ λέγων, Πρόσεχε αὐτῷ, καὶ εἰσάκουσον αὐτοῦ· μὴ ἀπείθει ἐν αὐτῷExod. 23, 21. . Οὐ δεῖ δὲ θαυμάζειν εἰ ἄγγελον αὐτὸν ἐπωνόμασεν, ἐπεὶ καὶ Ἰωάννην τούτῳ καλεῖ τῷ προσρήματι ἡ φάσκουσα προφητεία, Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν μου ἔμπροσθέν σουMatt. 11, 10. . Εἰ δ’ ὅλως εἰς Ἰησοῦν ἀναφέροιτο τὸν τοῦ Ναυῆ τὰ προεκτεθέντα, ὅρα πῶς περὶ αὐτοῦ φησὶν ὁ Κύριος, τὸ γὰρ ὄνομά μου ἑπικέκληται ἐπ’ αὐτῷ. Ποῖον δὲ ἆρα ὄνομα ἢ αὐτὸ τὸ Ἰησοῦς; Τοῦ μὲν γὰρ φαινομένου τότε ἀνδρὸς οὐκ ἦν ἴδιον τὸ Ἰησοῦς ὄνομα· Αὐσὴς γὰρ ἐκαλεῖτο τὸ πρότερον· πρῶτος δὲ αὐτὸν Μωσῆς θεοφορούμενος Ἰησοῦν ἀναγορεύει, πνεύματι δῆλον ὅτι θειοτέρῳ κινούμενος· ὡς ἂν ὁ χρησμὸς ὁ φήσας, τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ’ αὐτῷNum. 13, 16. ,πληρωθείη τοῦ χρηματίζοντος Κυρίου, ὃν πολλάκις ἀπεδείξαμεν εἶναι τὸν προόντα τοῦ Θεοῦ Λόγον, Ἰησοῦς ἦν ὄνομα ὅπερ τῷ Αὐσῆ Μωσῆς ἐπιτέθεικεν, ὡς ἡ θεία γραφὴ μαρτυρεῖ, σφόδρα ἀπηκριβωμένως τηρήσασα, ὅτι μὴ ἄλλοτε ἢ ἄγγελον αὐτὸν ἀκολούθως τῷ χρησμῷ τὴν γῆν τῆς ἐπαγγελίας πρὸ προσώπου τοῦ λαοῦ προσκεψόμενον ἐξέπεμπεν, τούτῳ κέκληκεν αὐτὸν τῷ ὀνόματι. Οὐκοῦν διὰ τούτων καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ προσηγορίαν Μωσῆς φαίνεται σαφῶς ἐγνωκώς· ὥσπερ δὲ τὸ Ἰησοῦ ὄνομα παρὰ πρώτῳ αὐτῷ εὕρηται κατὰ τοὺς ἐξεταζομένους τόπους, οὕτω καὶ Χριστὸν πρῶτος αὐτὸς ἀναγορεύσας φαίνεται, πρὸ τῶν αὐτοῦ χρόνων ἐξ αἰῶνος μηδένος μηδέπω ποτὲ μήτε Ἰησοῦ μήτε Χριστοῦ παρά τισιν προσαγορευθέντος. Καὶ φαίνεταί γε ἐνθέῳ λογισμῷ τὰς δηλουμένας προσηγορίας τιμήσας· δυσὶ γ’ οὖν τοῖς παρὰ πάντα τὸν λαὸν ἐξοχωτάτοις ἀνδράσι καὶ παρὰ Θεῷ διαπρέπουσιν ἑτέροις τε ἰδίοις ὀνόμασι κεχρημένοις τὰς δύο ταύτας ἐπιφημίζει προσηγορίας, τῷ τε ἰδίῳ ἀδελφῷ τῷ Ἀαρὼν, καὶ τῷ τοῦ Ναυὴ υἱῷ, Αὐση[οὺ]ς πρότερον ὀνομαζομένου[ς] παρὰ πάντα τὸν λαὸν Θεοῦ νεύματι ἄρχοντας τοῦ παντὸς ἔθνους προχειρισάμενος ταῖς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρίστου ἐδόξασεν προσηγορίαις· τὸν μὲν Χριστὸν, δι’ ἦν ἔφερεν εἰκόνα τοῦ κατ’ ἀλήθειαν ἀρχιερέως τῶν ὅλων αὐτοῦ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεοῦ Λόγου, προσειπών· τὸν δὲ ἑαυτοῦ διάδοχον Ἰησοῦν ἀναγορεύσας, δι’ ὃν ἔσωζε καὶ αὐτὸς τύπον τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ, ὃς παυσαμένης τῆς διὰ Μωσέως παραδοθείσης συμβολικῶς λατρείας, καὶ τοῦτον πῶς τὸν τρόπον Μωσέως τελευτήσαντος, τὴν εἰς τὸ θεῖον εὐσέβειαν διαδεξάμενος, πάσας μὲν τὰς ἀοράτους δυνάμεις ἀνθισταμένας αὐτοῦ τῷ λόγῳ πολέμῳ νικήσας κεχείρωται, τὴν δ’ ὑπὸ ταύταις ἅπασαν τυραννουμένην γῆν τὴν ἐν πᾶσι τοῖς ἔθνεσιν ἴδιον κτῆμα ποιησάμενος τῷ ἑαυτοῦ λαῷ διὰ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησιῶν κατεκληροδότησεν.