Ancient Greek · ~15 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ἀπὸ Τῃς Ἐξόδου.—Ι′..1
Not analysed yet
Ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν· ἐξῆρεν δὲ καὶ ὁ στύλος τῆς νεφέλης πρὸ προσώπου αὐτῶν· καὶ ἐπορεύθη καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν, καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραήλ. Exod. 14, 19. Εἶτ’ ἐν τοῖς ἑξῆς ἡ θεία διδάσκει γραφὴ, τί ποτε ἦν ἡ νεφέλη φάσκουσα· εἶπεν δὲ Κύριος πρὸς Μωσῆν· Ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν ἐκ (στύλῳ) τῆς νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσινExod. 19, 9. · καὶ πάλιν, Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα, ἐν στύλῳ πυρὸς τοῦ φαίνειν αὐτοῖς· καὶ αὖθις, καὶ κατέβη κύριος ἐν στόλῳ νεφέληςExod. 13, 21. . Οὐκοῦν διὰ τούτων ἕτερος ἦν σαφῶς τῆς νεφέλης ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραὴλ ἄγγελος, καὶ ἡ νεφέλη δὲ ἄλλη μὲν τίς ἐτύγχανεν παρ’ αὐτὸν ἄγγελον, τοῦ δὲ Κυρίου αὐτοῦ σωματικὸν ὥσπερ ὄργανον ἦν· δι’ οὗ, τὴν φύσιν ὢν αὐτὸς ἀσώματος, καὶ πάσης ἐπέκεινα αἰσθητῆς καὶ ὑλικῆς οὐσίας, δι’ αἰσθητῆς φωνῆς τῆς ἰδίας ἠξίου ὁμιλίας τὸν θεράποντα· καὶ τῆς τοιαύτης τε οἰκονομίας αὐτὸς ὁ Κύριος τὸν λόγον ἀποδιδοὺς τῷ Μωσεῖ φησὶν, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσιν· ἀλλ’ ἐπὶ μὲν τοῦ λαοῦ, οἷα σωματικωτέρου τυγχάνοντος, δι’ αἰσθητῆς φωνῆς ὁμίλει, ἐπὶ δὲ τῶν πατριαρχῶν, οὔτε νεφέλης οὔτε στύλου πυρὸς δεομένων, ἕτερος ἐγίγνετο τῆς τε ὀπτασίας καὶ τῆς πρὸς αὐτοὺς ὁμιλίας ὁ τρόπος. Καὶ ὅτι γε οὐκ ἦν ἀγγελική τις δύναμις ἡ διὰ τῆς νεφέλης χρηματίζουσα, ἀλλ’ αὐτὸς ὁ Θεὸς, πρὸς τοῖς προαποδεδειγμένοις δηλοῦται καὶ διὰ τῆς οὕτως ἐχούσης γραφῆς· εἶπεν δὲ Κύριος πρὸς Μωσῆν, Βάδίζε καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σουExod. 32, 34. . Καὶ πάλιν· Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· Πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν, σὺ καὶ ὁ λαὸς, καὶ τὰ ἑξῆς· καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μουExod. 33, 1. . Ταῦτα γὰρ ἀγγέλῳ μὲν οὐδαμῶς λέγειν ἁρμόττει, Θεῷ δὲ μόνῳ, καὶ τῷ καθ’ ὅλην τὴν ἱστορίαν διὰ τοῦ τετραγράμμου δηλουμένῳ Κυρίῳ. Ἆρ’ οὖν ὁ τῶν ὅλων ποιητὴς καὶ Θεὸς τῶν ἁπάντων εἰς τοσοῦτον κατήει, ὡς ἐπὶ σωματικοῦ ὄρους ὀχεῖσθαι, καὶ παιδαγωγοῦ δίκην συμβαδίζειν ἀνθρώποις, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν; ἢ τοῦτο μὲν οὔτε δυνατὸν, οὔθ’ ὅσιον ἐννοεῖν, εὐσεβέστερον δὲ ἅμα καὶ δυνατὸν τὸν θεῖον ὑπολαμβάνειν Λόγον, διάκονον ὄντα τοῦ πατρικοῦ βουλήματος, ἐπείπερ αὐτοῦ κυρίου ὄντος ἐγενήθη μερὶς Ἰακὼβ καὶ σχοίνισμα κληρονομίας αὐτοῦ ἸσραὴλDeut. 32, 9. ,οἷα ὑπὲρ μερίδος καὶ κληρονομίας φροντίζειν, κενοῦντά τε ἑαυτὸν καὶ τοῦ συμφυοῦς μεγέθους σμικρύνοντα τῇ τῶν ἀνθρώπων καὶ πρὸ τῆς ἐνανθρωπήσεως συμπεριφέρεσθαι σωτηρίᾳ; Εἴ γ’ οὖν εὐγνωμόνως ἐπιστήσαιμεν, εὕροιμεν αὐτὸν ποτὲ μὲν εἰς ἴδιον πρόσωπον ἀναφέροντα τὰς παρακελεύσεις, ὡς ὅτ’ ἂν λέγῃ, οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός· καὶ θυσιαστήριον ἐκ γῆς ποιήσεταί μοι· Ex. 23, 15. καὶ ἥξω πρός σε καὶ εὐλογήσω σεEx. 20, 24. · ποτὲ δὲ ὡς περὶ ἑτέρου Κυρίου, τοῦ Θεοῦ δηλαδὴ καὶ Πατρὸς αὐτοῦ, διαλεγόμενον, ὡς ἐπὶ τῆς δεκαλόγου ὅταν φάσκῃ, οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου· καὶ γὰρ ἐν ἓξ ἡμέραις ἐποίησεν Κύριος τόν τε οὐρανὸν καὶ τὴν γῆν· χαὶ εὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην· καὶ αὖθις· τίμα τὸν πατέρα σοῦ καὶ τὴν μητέρα σοῦ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσίν σοι. Ταῦτα γὰρ οὐ δι’ ἀγγέλου, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ ὁ Κύριος πεπιστευμένως ἐν τοῖς δεκαλόγοις εἰρηκέναι πῶς οὐκ ἂν γένοιτο πρόδηλος, παιδεύων τὸν λαὸν τὰ περὶ τῆς εἰς τὸν ἀνωτάτω Πατέρα ἑαυτοῦ καὶ Θεὸν τῶν ὅλων εὐσεβείας;