Ancient Greek · ~62 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.ΙΒ′..1
Not analysed yet
Ἡνίκα δ’ ἂν εἰσῆλθε Μωσῆς εἰς τὴν σκηνὴν, κατέβαινεν ὁ στύλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς, καὶ στάντες ὁ λαὸς, προσεκύνησαν ἕκαστος ἀπὸ τῆς σκηνῆς. Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, ἐνώπιος ἐνωπίῳ, ὡς εἰ λαλήσαι τὶς πρὸς φίλον ἑαυτοῦ· καὶ ἀπηλλάττετο εἰς τὴν παρεμβολήν· ὁ δὲ θεράπων αὐτοῦ Ἰησοῦς υἱὸς Ναυῆ οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωσῆς πρὸς Κυρίον, Ἰδοὺ, σὺ λέγεις μοι, Ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν σὺ ἀποστελεῖς μετ’ ἐμοῦ· σὺ δέ μοι εἶπας, Οἶδά σε παρὰ πάντας, καὶ ἔχεις χάριν παρ’ ἐμοί. Εἰ οὖν εὕρκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ, ὁ λαός σου τὸ ἔθνος τοῦτο. Καὶ λέγει, Αὐτὸς προπορεύσομαι καὶ καταπαύσω σε. Καὶ λέγει πρὸς αὐτὸν, Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ὅτι εὕρηκα χάριν παρὰ σοὶ ἐγὼ καὶ ὁ λαός σου, ἀλλ’ ἢ συμπορευομένου σου μεθ’ ἡμῶν; καὶ ἐνδὸξασθησόμεθα ἐγώ τε, καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστι. Καὶ εἶπεν ὁ Κύριος πρὸς Μωσῆν, Καὶ τὸν λόγον σοι τοῦτον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας, καὶ ἔχεις χάριν παρ’ ἐμοί. Καὶ εἶπεν, δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. Καὶ εἶπεν, Ἐγὼ παρελεύσομαι πρότερος τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου· καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. Καὶ εἶπεν, Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ τὸ πρόσωπόν μου ἄνθρωπος καὶ ζήσεται. Καὶ εἶπεν Κύριος, Ἰδοὺ, τόπος παρ’ ἐμοὶ, καὶ στήσῃ ἐπὶ τῆς πέτρας· καὶ σκεπάσω τῇ χειρί μου ἐπί σε, ἕως ἂν παρέλθω. Καὶ ἀφελῶ τὴν χεῖρά μου, καὶ τότε ὄψῃ τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι, καὶ τὰ ἑξῆς,Exod. 33, 8. οἷς ἐπιφέρει· καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν ἐν ὀνόματι Κυρίου· καὶ παρῆλθεν Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσεν, Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ τὸν ἔνοχον οὐ καθαριεῖ ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα, καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ τρίτην καὶ ἐπὶ τετάρτην γενεάν. Καὶ σπεύσας Μωσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν, καὶ εἶπεν· Εἰ δὴ εὕρηκα χάριν ἐνώπιον σου, Κύριε, συμπορεύθητι μεθ’ ἡμῶν ἐνώπιος ἐνωπίῳ. Μωσῆς τῷ Θεῷ λαλῶν ἀναγέγραπται μετὰ θάρσους καὶ παρρησίας τοσαύτης, ὁποίαν ἀγάγοι ἂν καὶ φίλος τίς ἀνὴρ ὁμιλῶν ἑαυτοῦ φίλῳ. Ἐμφαίνεται δὲ διὰ τούτων οὐχ ἡ τυχοῦσα τοῦ προφήτου προκοπή· ἀλλ’ ἐπεὶ ἐλάλει μὲν αὐτῷ Κύριος ἐνώπιος ἐνωπίῳ, οὐ μὴν καὶ ὄφθη πῶ αὐτῷ ὁμοίως τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· τούτου δὴ χάριν ἀξιοῖ λέγων, εἰ δὴ εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε. Δι’ οὗ παρίστησιν ὅτι μὴ ὁμοίως τῷ λαλεῖν αὐτῷ καὶ τὰς πρὸς αὐτὸν ἐπιφανείας ὁ Θεὸς ἐποιεῖτο. Εἰ γὰρ, ὡς νομίσειέν τις, ταυτόν ἐστι τὸ λελαληκέναι αὐτῷ τὸν Θεὸν ἐνώπιον ἐνωπίῳ τῷ ὦφθαι αὐτῷ, ὡς ἂν εἴποι τις, πρόσωπον πρὸς πρόσωπον, καὶ ποία δ’ ἂν ἔτι χῶρα λείποιτο τῇ φασκούσῃ αὐτοῦ ἀξιώσει τὸ, εἰ δὴ εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε; πῶς δὲ, εἰ καὶ πρότερον αὐτῷ πρόσωπον πρὸς πρόσωπον ὡς οἰηθείη ἄν τις ἑωρᾶτο, ἐπιφέρει λέγων αὐτῷ ὁ Κύριος, οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ τὸ πρόσωπόν μου ἄνθρωπος καὶ ζήσεται; Διὰ τὶ δὲ λεγέτω ὁ βουλόμενος, οὐδ’ ἅπαξ ὁ λόγος μαρτυρεῖ λέγων ὅτι ὤφθη αὐτῷ ὁ Κύριος, ὡς ἐπὶ τῶν πατριαρχῶν εἰρηκὼς τετήρηται· ἀλλὰ γὰρ διὰ τούτων πρόδηλον, ὅτι εἰ καὶ ἐλάλει αὐτῷ κύριος ἐνώπιος ἐνωπίῳ, ὅμως διὰ τῆς νεφέλης ἐλάλει αὐτῷ· τοῦτο γὰρ προπαρίστησιν ἡ γραφὴ λέγουσα, κατέβαινεν ὁ στύλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς, καὶ ἐλάλει τῷ Μωσεῖ. Οὐκοῦν διὰ τῆς νεφέλης ἐλάλει, οὐ μὴν καὶ ὁμοίως τῷ Ἁβραὰμ ἢ τῷ Ἰσαὰκ ἢ τῷ Ἰακὼβ ὤφθη αὐτῷ· ἐκείνοις μὲν γὰρ γυμνῶς καὶ τρανῶς ἄνευ τινὸς εἴδους ὀφθεὶς ἀναγέγραπται, τούτῳ δὲ διὰ τοῦ· ὀνομαζομένου εἴδους καὶ τῆς νεφέλης, ἣν καὶ δόξαν Κυρίου ὀνομάζει ὁ λόγος φάσκων, Ἡνίκα δὲ ἐλάλει Μωσῆς πάση συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἰδοὺ ἡ δόξα Κυρίου ὤφθη ἓν νεφέλῃ, καὶ ἐλάλησεν Κύριος πρὸς ΜωσῆνExod. 16, 10. . Καὶ πάλιν· ἀνέβη Μωσῆς εἰς τὸ ὄρος· καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος. Καὶ κατέβη ἡ δόξα Κυρίου ἐπὶ τοῦ ὄρους καὶ ἐκάλυψεν αὐτὸν νεφέλη ἓξ ἡμέρας· καὶ ἐλάλησεν Κύριος πρὸς Μωσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. Τὸ δὲ εἶδος τῆς δόξης Κυρίου, ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κούφης τοῦ ὄρους. Exod. 24, 15. Σαφῶς οὖν διὰ τούτων τὸ θεωρούμενον τῷ Μωσεῖ λέγεται εἶναι οὐκ αὐτὸς ὁ Κύριος, ἀλλ’ εἶδος Κυρίου· καὶ νεφέλη καὶ πῦρ, ἃ καὶ δόξαν Κυρίου ὀνομάζει ὁ λόγος· οὐκοῦν τὸ μὲν εἶδος ἑώρα Κυρίου καὶ τὴν δόξαν αὐτοῦ, οὐδαμῶς δὲ αὐτὸν τὸν Κύριον, τόν τε λαλούμενον Λόγον αὐτοῦ τοῦ Κυρίου· ἀλλ’ ὅμως διὰ τῆς νεφέλης λαλοῦντος ἤκουεν, διὸ εἴρηται, καὶ ἐλάλησεν Κύριος πρὸς Μωσῆν ἐνώπιος ἐνωπίῳ. Οὐ μὴν καὶ ὤφθη αὐτῷ ἐνώπιος ἐνωπίῳ τετήρηται· τοῦτο γὰρ ὡς οὐδέπω γεγονὸς ἀξιοῖ λέγων, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· καὶ ἐν ἑτέρῳ δὲ τόπῳ διδάσκει ὁ λόγος, ὅτι δὴ στόμα ἐλάλει αὐτῷ ὁ Θεὸς, οὐ μὴν καταλλήλως καὶ ἑωρᾶτο, ἀλλ’ ἐν εἴδει καὶ διὰ τῆς προαποδεδομένης δόξης αὐτοῦ· λέγει δὲ οὕτως· καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκλήθησαν Ἀαρὼν καὶ Μαριὰμ, καὶ ἐξῆλθον ἀμφότεροι. Καὶ εἶπεν πρὸς αὐτοὺς, Ἀκούσατε δὴ τῶν λόγων μου· ἑὰν γένηται προφήτης ὑμῶν τῷ Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὁ θεράπων μου Μωσῆς, πιστός ἐστιν ἐν ὅλῳ τῷ οἴκῳ μου. Στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδεν, καὶ διατί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου ΜωσῆNum. 12, 5. ; Ἄρ’ οὖν τὴν δόξαν μὲν Κυρίου εἶδεν καὶ ἐν εἴδει αὐτῷ χρηματίζοντος, στόμα τε κατὰ στόμα λαλοῦντος ἤκουσεν, οὐ μὴν καὶ αὐτόν πω τὸν Κυρίον ὁμοίως τοῖς πατράσιν ἑωράκει. Καὶ οὐ θαυμαστόν γε εἰ τῷ Μωσεῖ στόμα κατὰ στόμα λαλῶν ἀναγέγραπται ὁ Θεὸς, ὅποτε καὶ τῷ παντὶ λαῷ πρόσωπον πρὸς πρόσωπον λελαληκέναι αὐτὸν ἐν Δευτερονομίῳ διδάσκει ὁ Μωσῆς λέγων, Οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο Κύριος τὴν διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς· ὑμεῖς αὐτοὶ ὧδε σήμερον πάντες ζῶντες. Πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός. Deut. 5, 3. Πλὴν εἰ καὶ τῷ Μωσεῖ καὶ τῷ παντὶ λαῷ τοῦτον ἐχρημάτιζεν τὸν τρόπον, ἀλλ’ ὅρα ὅτι λελαληκέναι μὲν αὐτοῖς στόμα κατὰ στόμα καὶ πρόσωπον πρὸς πρόσωπον εἴρηται, οὐ μὴν καὶ ἄνευ τοῦ πυρὸς ἢ τῆς νεφέλης ὁμοίως τοῖς πατράσιν ὦφθαι αὐτοῖς· γυμνῶς γὰρ ἐκείνοις καὶ ἄνευ ἐπικαλύμματος τοῦ διὰ νεφέλης ἢ πυρὸς ὁ Κύριος ὀφθεὶς ἀναγέγραπται. Τελείων γοῦν καὶ τὴν διάνοιαν εἰς ἄκρον κεκαθαρμένων καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τὸ τὸν Θεὸν ὁρᾶν εἶναι διδάσκει, Μακάριοι λέγων οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονταιMatth. 5, 8. · διὸ καὶ ὡς τοιούτων ὁ Κύριος Θεὸν ἑαυτὸν ἀναγορεύει, λέγων πρὸς Μωσῆν· Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν, Θεὸς Ἀβραὰμ, καὶ Θεὰς Ἰσαὰκ, καὶ Θεὸς Ἰακὼβ, ἀπέσταλκέ με πρὸς ὑμᾶς· τοῦτό ἐστιν ὄνομα μου αἰώνιον, καὶ μνημόσυνον γενεῶν γενεαῖςExod. 3, 15. . Ζηλῶν δὴ οὖν τὰ χαρίσματα τὰ μείζονα, καὶ τῆς ὁμοίας ἐκείνοις ὀρεγόμενος ὁ Μωσῆς προκοπῆς, ἀξιοῖ λέγων τὸν Κύριον, Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· ἐφαντάζετο μὲν γὰρ χρηματίζοντος αὐτῷ Θεοῦ Λόγου τό τε μέγεθος καὶ τὸ ὕψος καὶ τὴν ἄφατον καὶ ἀνέφικτον ὑπεροχὴν, ἑώρα δὲ ὡς ὅτι δι’ ὑπηρετικῶν ἀγγέλων τὰς πρὸς αὐτὸν ἐποιεῖτο θεωρίας· διὸ παρακαλεῖ τρανότερον καὶ καθαρώτερον ἐμφῆναι ἑαυτὸν αὐτῷ, μηκέτι μὲν δι’ ἐπικαλυμμάτων, μὴ δὲ ὑπὸ διακόνων ἑτέρων, γυμνῶς δὲ καὶ τοῖς ἀμφὶ τὸν Ἁβραὰμ παραπλησίως, ἄνευ τοῦ διὰ πυρὸς καὶ νεφέλης εἴδους. Τοῦτο γ’ οὖν δοκεῖ μοι σημαίνειν ἡ φάσκουσα λέξις, Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· ταύτῃ δὲ καὶ προακούσας εἰρηκότος αὐτῷ τοῦ Κυρίου τὸ, Ἰθοὺ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου, ὑποπαραιτεῖται τοῦ μείζονος ὀρεγόμενος, καὶ φησίν· Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν· πρὸς τὴν ἀξίωσιν ἐπινεύσαντος τοῦ Κυρίου καὶ φήσαντος, Καὶ τὸν λόγον σοι τοῦτον, ὃν εἴρηκας, ποιήσω, τὸ ἔτοιμον συνιδὼν τῆς θείας μεγαλοδωρεᾶς, φθανούσης τῆς εὐεργεσίας τοὺς μεγάλων ὀρεγομένους, εἶτα σμικρύνας ἑαυτὸν, καὶ ὡς μὴ ἄξιόν πω τῶν μειζόνων λογισάμενος, ἑτέραν ὡς ἐν συγκρίσει τῆς προτέρας ἐνδέουσαν ἀξίωσιν προτείνει λέγων, Δεῖξόν μοι τὴν δόξαν σου· πληρῶν δὲ αὐτοῦ τὸν λόγον ὁ Κύριος· Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου· καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου, καὶ τὰ ἑξῆς· διδάσκων ὅτι δὴ πάσης μείζων τῆς πρότερον αὐτῷ θεωρουμένης ὀπτασίας ἡ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων τυγχάνει γνῶσις, ἢν καὶ παραδώσειν αὐτῷ ὑπισχνεῖται, περὶ μὲν ἑαυτοῦ λέγων, Παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου· περὶ δὲ τῆς τοῦ Πατρὸς μυσταγωγίας τὸ, καὶ καλέσω ἐν ὀνόματι Κυρίου· ποίου γὰρ κυρίου, αὐτὸς ὢν ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος, εἰ μὴ ἄρα τοῦ Πατρὸς καλέσειν ἐπαγγέλλεται; Καὶ ἀληθῶς γε εἰ μὴ διέλθοι τινὰ πρότερον ὁ τοῦ Θεοῦ Λόγος, καὶ εἰ μὴ αὐτὸς ἀνακαλέσοιτο τὸν Πατέρα, οὐδ’ ἄλλως δυνατὸν τὴν τοῦ Πατρὸς τῶν ὅλων ἀναλαβεῖν γνῶσιν· ἐπεὶ μὴ δ’ εἷς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὂς, καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃMatth. 11, 27. . Αὐτὸς γοῦν ἐστιν ἡ θύρα καὶ ἡ ὁδὸς δι’ οὗ μόνου ἐστιν ἰδεῖν τὸν ἐπέκεινα καὶ ἀνωτάτω τῶν ὅλων αἴτιον, αὐτὸν τὸν Πατέρα· εἰ γὰρ καὶ τὰ μάλιστα οἷα τις αὐτοῦ πρόδρομος προεπιδημεῖ ταῖς τῶν μακαρίων ψυχαῖς ὁ θεῖος Λόγος, τῆς ἰδίας δόξης μεταδιδοὺς αὐταῖς, ἀλλ’ οὐχ ἵσταταί γε εἰς τέλος τὰ τῆς αὐθεντίας εἰς ἑαυτὸν ἀναλαμβάνων, προπαρασκευάσας δὲ καὶ προευτρεπίσας τὴν μονὴν, ὑποχωρεῖ καὶ μεταπαραδίδωσι τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Τοῦτο δὲ καὶ αὐτὸς ὁμολογεῖ φάσκων, Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου. Νῦν μὲν οὖν λόγῳ τοῦτο πράξειν ἐπαγγέλλεται· ἑξῆς δὲ καὶ τὸ ἔργον ἐπάγει ἔνθα εἴρηται, Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν ἐν ὀνόματι Κυρίου. Καὶ παρῆλθεν Κύριος πρὸ προσώπου αὐτοῦ καὶ ἐκάλεσεν, Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων, καὶ ἐλεήμων, μαχρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, καὶ δικαι οσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας, καὶ ἀδικίας, καὶ ἁμαρτίας, καὶ τὸν ἔνοχον οὐ καθαριεῖ· ἐπάγων ἀνομίας πατρῶν ἐπὶ τέκνα, καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. Exod. 34, 5 Ταῦτα γὰρ αὐτὸς φησὶ καταβὰς ἐν νεφέλῃ καὶ παραστὰς τῷ Μωσεῖ ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος· ὃς καθ’ ὴν πεποίηται ὑπόσχεσιν παρελθὼν πρὸ προσώπου αὐτοῦ, τὸν καὶ ἑαυτοῦ Κύριον καὶ Πατέρα, τὸν ἀληθῶς ὄντα Κύριον Κύριον, δὶς διὰ τοῦ τετραγράμμου ἐμφερόμενον ἀνακαλεῖται λέγων, τὸ Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, καὶ τὰ ἑξῆς. Εἰ δὲ βιαζόμενός τις φάσκοι μὴ τὸν Κύριον ἀλλὰ Μωσῆν ταῦτα εἰρηκέναι, πεῖσμα βέβαιον λαμβανέτω ἐξ αὐτῶν τῶν τοῦ Μωσέως φωνῶν ὁμολογοῦντος τοῦ Κυρίου εἶναι τὰς προεκτεθείσας λέξεις, δι’ ὧν εὐχόμενος ἐν ἑτέρῳ τόπῳ φησὶν, Καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, Κύριε· ὃν τρόπον εἶπας λέγων, Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός· ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατρῶν ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενέας. Num. 14, 17. Ἐναργέστατα δὴ οὖν καὶ σαφέστατα διὰ τούτων αὐτὸς ὁ Κύριος τὰς προεκτεθείσας εἰρηκὼς παριστᾶ τε (παρίσταται) φωνὰς, μείζονα κύριον τὸν ἀληθῶς Κύριον, δῆλον δ’ ὅτι τὸν Πατέρα ἑαυτοῦ, ἀνακαλούμενος· ἢ εἰ δυσπειθῶς ἔχοι πρὸς ταῦτα, λεγέτω εἰ τινὰ ἄλλην οἷός τε ἐστὶν κατὰ τοὺς τόπους ἐπιβαλεῖν διήγησιν· φυλάττων τὸ μὴ ἄγγελον εἶναι τὸν χρηματίζοντα, ἀλλ’ αὐτὸν τὸν διὰ τοῦ τετραγράμμου δηλούμενον Κύριον, ὃς καὶ ἐνώπιος ἐνωπίῳ τῷ Μωσεῖ ἀναγέγραπται λελαληκέναι, ὃν καὶ ἀξιοῖ τὴν δι’ ἀγγέλων προστασίαν παραιτούμενος ὁ Μωσῆς λέγων, Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν. Exod. 33, 15. Ἀλλὰ γὰρ οὐχ οἷόν τε ταῦτα ἐφ’ ἕτερον ἢ ἐπὶ μόνον τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸν Λόγον ἀναφέρειν· ὃς μεγάλων ἐφιεμένῳ τῷ Μωσεῖ τὴν τοῦ μείζονος ἐμφαίνει γνῶσιν, παιδεύων ἑαυτὸν ὅπως ἂν γινώσκῃ τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλεν Θεὸν Λόγον, δευτέρως καὶ αὐτὸν ὄντα μετὰ τὸν Πατέρα καὶ Κύριον καὶ Θεόν· καὶ πρώτην γε αὐτῷ ταύτην καὶ ἀναγκαιοτάτην παρέχει τὴν ὠφέλειαν, ὡς ἂν μήποτε τὰς περὶ Θεοῦ τῶν ὅλων ὑπονοίας ἐπὶ τὸν χρηματίζοντα αὐτῷ Λόγον διὰ τὴν ὑπερβολὴν τῆς δόξης τῶν θεωρουμένων ἐκλάβοι· διδάσκει [εἰ] δ’ οὖν αὐτὸν πρῶτον καὶ μόνον ἀληθινὸν Θεὸν ἡγεῖσθαι τοῦτον, ὃν αὐτὸς ἐπεκαλεῖτο λέγων, Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Πρόσχες γὰρ ἐπιμελῶς τῷ ἀληθινὸς παραπλησίως εἰρημένῳ τῷ, ἵνα γιγνώσκωσι σὲ τὸν μόνον ἀληθινὸν ΘεὸνIo. 17, 3. ,ὑπὸ τοῦ αὐτοῦ Σωτῆρος ἐν τοῖς εὐαγγελίοις εἰρημένῳ· ταῦτα δ’ οὐκ ἂν ἐχώρησεν ὁ πᾶς λαὸς πρὸς ὃν, οἷα δὴ εἰσαγόμενον, ὑπὸ τοῦ χρηματίζοντος ἐλέγετο, Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦ· ἐδέοντο γὰρ οὗτοι στοιχειώδους εἰσαγωγῆς ἔτι τῆς περὶ Θεοῦ μοναρχίας οὐχ οἷοίτε πῶς ὄντες τὰ περὶ Πατρὸς καὶ Υἱοῦ δόγματα διαρθροῦν, ἅτε ἔναγχος τῆς Αἰγυπτίων πολυθέου πλάνης ἀφεστηκότες. Τὸ δὲ Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦDeut. 32, 39. λέγοιτ’ ἂν ἐκ προσώπου τοῦ Θεοῦ Λόγου ὁμοίως τῷ, Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν· καὶ ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοίIo. 10, 30. . Ὡς γ’ οὖν ὁ ἑωρακὼς αὐτὸν ἑώρακε τὸν πατέρα, κατὰ τὸ, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά μεIo. 14, 9. · τὸν αὐτὸν τρόπον ὁ αὐτοῦ ἀκούων τοῦ ἐν αὐτῷ Πατρὸς ἤκουε λέγοντος τὸ, Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦ. Deut. 32, 39. Ταῦτα δ’ ἡμῖν ὡς ἐν τηλικούτοις εἴρηται παραστῆσαι βουλομένοις, ὅτι δὴ ἀναμφιλέκτως οὔτε ὁ τῶν ὅλων Θεὸς, οὔτε ἀγγελική τις δύναμις ἦν ἡ χρηματίζουσα τῷ Μωσεῖ, αὐτὸς δὲ ὁ θεῖος Λόγος, ὃν ἀκριβῶς πεπιστεύκαμεν μετὰ τὸν τῶν ὅλων Πατέρα καὶ Κύριον δεύτερον εἶναι τῶν ἀπάντων Θεόν τε καὶ Κύριον· ὥσπερ δὴ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης σαφέστερον ἡμᾶς παιδεύει λέγων, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ Θεὸς ἦν ὁ λόγοςIo. 1, 1. · πολλῆς δ’ ἂν γένοιτο καὶ οὐχὶ τῆς παρούσης σχολῆς σαφηνίζειν τίς ἄρ’ εἴη ὁ τόπος καὶ ἡ πέτρα περὶ ὧν εἶπεν ὁ Κύριος, Ἰδοὺ τόπος παρ’ ἐμοὶ καὶ στήσῃ ἐπὶ τῆς πέτρας· ἀλλ’ ὁ μὲν ἀπόστολος τὴν πέτραν ἐδήλωσεν εἰπὼν, ἡ πέτρα δὲ ἦν ὁ Χριστός1 Cor. 10, 4. . Οὐκ ἄλλον δὲ τῆς πέτρας ὄντα καὶ τὸν τόπον ὑπολαμβάνω τὸν αὐτὸν τυγχάνοντα τῷ ἀπαντήσαντι τῷ Ἰακὼβ ἔνθα γέγραπται, Ἐξῆλθεν δὲ ὁ Ἰακὼβ ἀπὸ τοῦ Φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαρράν. Καὶ ἀπήντησεν τόπῳGen. 28, 10. ἔνθα καὶ ἰδὼν ἐν ὁράματι τὴν κλίμακα καὶ τὸν ἐπ’ αὐτῆς ἐστηριγμένον κύριον, διυπνισθεὶς φησὶν, ὅτι ἔστιν Κύριος ἐν τῷ τόπῳ τούτῳ· καὶ πάλιν εἶπεν, ὡς φοβερὸς ὁ τόπος οὗτος, οὐκ ἔστι τοῦτο ἄλλ’ ἢ οἶκος τοῦ Θεοῦ· καὶ αὐτὴ ἡ πύλη τοῦ οὐρανοῦ. Ἀλλὰ καὶ τί τὸ πρόσωπον τοῦ Θεοῦ Λόγου, ὃ μὴ δύναται Μωσῆς ὁ νόμος, ἅτε ἀνθρώπινος καὶ σωματικώτερος ὢν, θεωρεῖν· τίνα τε τὰ ὀπίσθια αὐτοῦ, ἃ μόνον χωρεῖν οἷός τε ἦν ὁ τυπικὸς καὶ τῶν νοητῶν συμβολικῶς (κὸς) νόμος· πῶς τε εἴρηται τὸ, σκεπάσω τῇ χειρί μου ἐπὶ σὲ, καλύμματος καὶ σκέπης ἐπιτιθεμένου τῷ νόμῳ, ὡς διὰ τοῦτο τὸ καλύμμα τὰ μὲν ὀπίσω δύνασθαι ὁρᾶν, οὐκέτι δὲ τὰ προηγούμενα καὶ διαφέροντα· ἰδίᾳ κατὰ καιρὸν, ᾧ μέλει τῆς τούτων ἐρεύνης, ἐπιστήσας εἴσεται.