Ancient Greek · ~14 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ψ. Ἐκ τῶν ἀριθμῶν τῆς Γ’ τοῦ Βαλαὰμ προφητείας. ΙΓ’..1
Not analysed yet
Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν· καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ· Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξαν μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύει ἐχθρόν. Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε, ηὐλόγηνται· καὶ οἱ καταρώμενοί σε, κεκατήρανται. Num. 24, 7. Χριστός ἐστιν ὁ ἐκ σπέρματος Ἰσραὴλ τὸ κατὰ σάρκα γεννηθεὶς, καὶ κυριεύσας ἐθνῶν πολλῶν· ποῖον γὰρ ὑπῆρξεν ἔθνος ἀγνοῆσαν τὴν ὑπ’ αὐτὸν δουλείαν, εἰς πᾶσαν τὴν γῆν ἐξελθόντος τοῦ λόγου τῶν μαθητῶν αὐτοῦ, καὶ εἰς τὰ σπέρματα τῆς οἰκουμένης τῶν ῥημάτων αὐτῶν; Παρὰ γ’ οὖν πλείστοις καὶ αὐτῶν τῶν βαρβάρων πολλούς ἐστιν ἰδεῖν διὰ τῆς εἰς αὐτὸν πίστεως ἐπὶ τὴν τοῦ ἑνὸς Θεοῦ γνῶσιν ἐληλυθότας, καὶ ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας παντοίας μέχρι καὶ θανάτου κολάσεις ὑπομείναντας. Πέρας ἔχουσα τοίνυν καὶ αὕτη σαφῶς ἡ προφητεία ἐπὶ τοῦ ἡμετέρου Σωτῆρος ἀποδείκνυται· ἢ παραστήτω τίς ἄλλος ἐπιδεικνὺς ἐπί τινα ἂν ταῦτα ἀναφέροιτο· καθ’ ἡμᾶς δὲ πρόδηλον, ὡς καὶ αὔξεται ὁσημέραι τοῦ Σωτῆρος ἡμῶν ἡ νοητὴ βασιλεία τε καὶ δεσποτεία παρὰ ταῖς ὑποδεξαμέναις τὸν λόγον αὐτοῦ ψυχαῖς· ὑψώθη δὲ κατὰ τὴν παρουσίαν αὐτοῦ καὶ ἡ Γὼγ βασιλεία, ἣν ὑπειλήφασί τινες εἶναι τὴν Ῥωμαίων ἡγεμονίαν, ἄλλοι δὲ τροπικῶς τὴν κατὰ τὸ εὐαγγέλιον ἐπουράνιον πολιτείαν, καὶ τὴν τῶν νοητῶν δογμάτων θεωρίαν, διὰ τοῦτο Γὼγ, ὅπερ ἐρμηνεύεται δώματα, σημαίνεσθαι ἐξειλήφασιν· ἀλλὰ καὶ ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ῥητῶς μὲν ὅτε χρηματισθεὶς ὁ Ἰωσὴφ ἐξ Αἰγύπτου παραλαβὼν τὴν Μαριὰμ ἅμα τῷ παιδὶ Ἰησοῦ ὑπέστρεψεν εἰς γῆν Ἰσραὴλ πληρουμένης τῆς τε νῦν καὶ τῆς ἐν Ὠσηὲ κατὰ τὸ Ἑβραϊκὸν καὶ τὴν Ἀκύλου ἑρμηνείαν προφητείας φασκούσης, Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μουHos. [Os.] 11, 1. · καὶ κατὰ διάνοιαν δὲ, ὁπηνίκα ἐκ τῆς νοητῆς Αἰγύπτου καὶ τῶν τῇδε τόπων ἐπὶ τοὺς οὐρανοὺς ἅμα λαμβάνων αὐτὸν ὁ πατὴρ ὡδήγησεν· ἡ δὲ λεγομένη δόξα μονοκερώτων ἐν τῷ Σωτῆρι τὴν ἐν αὐτῷ θεότητα τῆς πατρικῆς αἰνίττεται μοναρχίας. Μετὰ ταῦτα εἴρηται, ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ· ὅσα γὰρ ὑπὸ τὴν διδαχὴν αὐτοῦ γέγονεν ἔθνη, ταῦτα πρότερον μερὶς τυγχάνοντα τῶν ἐχθρῶν αὐτοῦ μετὰ τὴν εἰς αὐτὸν πίστιν ἐπιτηδεῖα ὥσπερ εἰς βρῶσιν ἑαυτῷ κατεσκεύασεν· τὰ μὲν πάχη, τοῦτ’ ἔστιν πᾶν συμπεφυκὸς αὐτοῖς ὑλικὸν καὶ γήϊνον, λεπτύνων καὶ ἐξιχνεύων, καρποὺς δὲ τροφίμους διὰ τῆς ἑαυτοῦ γεωργίας αὐτοῖς ἐμποιῶν. Ταῦτα δὲ εἰργάσατο τοῖς νοητοῖς καὶ λογικοῖς βέλεσι, τὸν πάλαι τῶν ἐθνῶν ἄρχοντα ἐχθρὸν ὄντα ἑαυτοῦ κατατοξεύσας, τουτέστι τὸν διάβολον. Τὰ δ’ ἀπὸ τοῦ κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, σχεδὸν αὐτοῖς ῥήμασι καὶ ὑπὸ τοῦ Ἰακὼβ ἐν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις εἴρηται· ἅτινα ὁποῖον ἔχει νοῦν κατὰ τὰ ὑποπεσόντα ἡμῖν ἐκθέμενοι οὐ παλιλογήσομεν· δῆλον δὲ τυγχάνει ὅπως ἡμεῖς οἱ τὸν Χριστὸν εὐλογοῦντες τοῦ Θεοῦ ηὐλογήμεθα· κ’ ἂν γὰρ βδελύσσοιντο ἡμᾶς ὡς καὶ τὸν πάλαι τοῦ Θεοῦ λαὸν οἱ Αἰγύπτιοι, ὅμως πληροῦταί γε καὶ ἐφ’ ἡμῖν τὸ, καθ’ ὅσον δὲ ἐταπείνουν αὐτοὺς, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἴσχυον σφόδρα σφόόρα· Exod. 1, 12. καὶ σαφὲς τίνα τρόπον τὴν κατάραν εἰλήφασιν οἱ ἐξαρχῆς αὐτὸν καταρασάμενοι διὰ τοῦ, σταύρου σταύρου αὐτόν· κατάρας γὰρ ἦν ὁ σταυρὸς, κατὰ τὸ, ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλουGal. 3, 13. . Ἀλλ’ ὁ μὲν τὴν αὐτῶν ὑπομείνας κατάραν ὑπὸ τοῦ Πατρὸς ὑπερύψωται· οἱ δὲ πρὸς αὐτοῦ τοῦ Θεοῦ καταραθέντες ἐπίμονον εἰς αἰῶνα εἰλήφασιν ὄλεθρον· . ὃν εἰ ἐπ’ ἀκριβές τις ἐπεξίοι, δυνάμεως Θεοῦ κατόψεται μέγεθος, εἰς ἔτι νῦν μετιούσης τοὺς ἅπαξ πρὸς αὐτοῦ κατηραμένους. Ταῦτα εἰς τὸ, καὶ οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε καὶ κατάρανται.