Ancient Greek · ~6 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ψ. Απὸ τῆς τοῦ Ἰησοῦ γραφῆ. ΙΖ′.
Not analysed yet
Καὶ ἐγενήθη ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχὼ, καὶ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαῖα ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ προσελθὼν Ἰησοῦς, εἶπεν, Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων; Καὶ εἶπεν αὐτῷ, Ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου νυνὶ παραγέγονα. Καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, Δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; Καὶ λέγει ὁ ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν, Λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἐστηκας, τόπος ἅγιός ἐστιν. Jos. 5, 12. Καὶ τίς ἂν ἄλλος εἴη ὁ ἀρχιστράτηγος δυνάμεως Κυρίου, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ πάσης ἄρχων ἁγίας καὶ πνευματικῆς τοῦ Θεοῦ στρατιᾶς; Ὅρα δὲ μὴ εἰ καὶ ὁ αὐτὸς ὁ καὶ τῷ Μωσεῖ διὰ τοῦ ἀγγέλου χρηματίσας ἐν τῷ ὄρει ἀπὸ τῶν πρὸς τὸν Ἰησοῦν λόγων ὑποφαίνεται· ἅπερ γὰρ τούτῳ νῦν, ταῦτα καὶ Μωσεῖ ὁμοίως ἀρχομένῳ τῆς θεωρίας πρὸς τοῦ Κυρίου διὰ τοῦ ἀγγέλου εἴρηται κατὰ τὸ, λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, καὶ τὰ ἑξῆς. Πολυώνυμος δέ τις ὑπάρχων ὁ Χριστὸς τοῦ Θεοῦ, νῦν ἀρχιστράτηγος δυνάμεως Κυρίου χρηματίζει· ὡς καὶ ἐν Ἡσαίᾳ, Μεγάλης βουλῆς ἄγγελος· ἐν τῷ, καὶ θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι· Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελος. Es. 9, 5. Εὕροις δ’ ἂν καὶ ἐν τῷ Μαλαχίᾳ ἄγγελον διαθήκηςMal. 3, 1. αὐτὸν ὀνομαζόμενον, ἔνθα λέγεται, Καὶ ἐξαίφνης ἥξεῖ εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.