Ancient Greek · ~4 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ψ. Ἐκ τῆς Α′ τῶν βασιλειῶν. Τῆς εὐχῆς Ἄννας. ΙΗ′.
Not analysed yet
Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησεν· αὐτὸς χρινεῖ ἄκρα γῆς, καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ. 1 Reg. 2, 10. Ὁ καταβὰς ἐκ τῶν οὐρανῶν Κύριος ὁ τοῦ Θεοῦ Λόγος, αὐτὸς πάλιν ἀναβέβηκεν εἰς οὐρανούς· καὶ ἀναβὰς ἐβρόντησεν τῇ θείῳ ἑαυτοῦ δυνάμει τὸ εὐαγγελικὸν κήρυγμα, ὡς ἐξάκουστον αὐτὸ γενέσθαι ἐν ὅλῳ τῷ κόσμῳ· αὐτὸς δὲ κρινεῖ ἄκρα γῆς καὶ τοὺς μέχρι τούτων οἰκοῦντας, ὡς πᾶσαν εἰληφὼς τὴν κρίσιν παρὰ τοῦ Πατρός· ἀλλὰ καὶ ἔδωκεν ἰσχὺν τοῖς ἑαυτοῦ μὲν μαθηταῖς ἀποστόλοις τε καὶ προφήταις, ἡμῶν δὲ βασιλεῦσι, καὶ ὕψωσε τὸ κέρας τοῦ χριστοῦ αὐτοῦ, ἤτοι τοῦ λαοῦ, μετοχῇ τοῦ χριστοῦ οὕτως ὀνομαζομένου, ἢ οὗ ἀνείληφεν ἀνθρωπίνου, οὗ κέρας ἦν ἡ θεότης ὑψωθεῖσα κατὰ τὸν ἱερὸν ἀπόστολον· καὶ ἐν ὀγδοηκοστῷ δὲ ὀγδόῳ Ψαλμῷ σαφῶς τὸ παραπλήσιον τῷ ἐνθάδε περὶ τοῦ Χριστοῦ ὁ Θεός φησιν, Καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Ps. 88, 24.