Ancient Greek · ~6 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ψ. Τῆς Ὠδῆς. Ιϛʹ.
Not analysed yet
Εὐφράνθητε οὐρανοὶ, ἅμα αὐτῷ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ. Deu. 32, 43. Καὶ τίνι ἄλλῳ προσκυνήσειν τοῖς ἀγγέλοις αὐτοῦ προστάττοι ἂν τὸ θεῖον Πνεῦμα ἢ τῷ Χριστῷ, οὗ σαφῶς ἐπὶ τῇ παρουσίᾳ ηὐφράνθη μετὰ τοῦ λαοῦ αὐτοῦ τὰ ἔθνη τοῦ τῶν δικαίων πατριαρχῶν καὶ προφητῶν χοροῦ· περὶ ὧν ἐθνῶν αὖθις ἐπὶ τῆς αὐτῆς ὠδῆς ὡς πρὸς ἕτερον λαὸν ἀποτεινόμενος ὁ Θεὸς φησὶν, Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, παρώργησάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς οὐκ ἐπ’ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Deut. 32, 21. Καὶ πρόδηλόν γε ὅτι μετὰ τὴν ἐκείνων ἀποβολὴν τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς παρ’ ἐκείνοις σοφούς· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο, καὶ τὰ ἀγενῆ, καὶ τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ πρότερον παρ’ ἐκείνοις ὄντα καταργήσῃ1 Cor. 1, 27. · ὅτι δὴ πρότερον ἐκ τῶν αὐτοῦ Μωσέως χρόνων εἰδώλοις λατρεύοντες, καὶ τὸν Θεὸν παροργίζοντες καὶ παραζηλοῦντες, ἐλθόντα αὐτοῦ τὸν Χριστὸν οὐκ ἐδέξαντο· ἀλλὰ τὰ ἔθνη γε δι’ αὐτοῦ τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐπιγνόντα κατὰ τὴν ἐν χερσὶ προφητείαν εὐφρανθήσεται μετὰ τοῦ τῶν ἁγίων λαοῦ αὐτοῦ· τὸν Χριστὸν δὲ καὶ ἐνίσχυσαν πάντες οἱ υἱοὶ τοῦ Θεοῦ, οἵ τε πρότερον τὰ περὶ αὐτοῦ προφητεύσαντες, καὶ ὅσοι μετὰ τὴν παρουσίαν αὐτοῦ τὸ πνεῦμα τῆς υἱοθεσίας χωρήσαντες, ἐπὶ πᾶσαν αὐτὸν ἐκήρυξαν τὴν οἰκουμένην. Τὰ μὲν δὴ ἀπὸ τῆς Πεντατεύχου τοσαῦτα· μετίωμεν δὲ καὶ ἐπὶ τὰς ἑξῆς γραφάς.