Ancient Greek · ~24 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ψ. ΒΑΣΙΛΕΙΩ͂Ν Β´. ὁ ΚΎΡΙΟΣ ΔΙᾺ ΝΆΘΑΝ ΤΩ͂Ι ΔΑΥῚΔ ΜΕΤᾺ ΠΟΛΛᾺ ΚΑῚ ΤΑΥ͂ΤΑ ΦΗΣΊΝ. Κ´..1
Not analysed yet
Καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ ἂν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων· Τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ’ αὐτῶν, καθὼς ἀπέστησα ἀφ’ ὦν ἀπέστησα ἐκ προσώπου μου. Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα. 2 Reg. 7, 12 Ps. 88. Τούτοις τὰ παραπλήσια καὶ ἐν ὀγδοηκοστῷ ὀγδόῳ εἴρηται ψαλμῷ· ἦν δ’ ἂν Ἰουδαίοις ἄξιον ἀπορῆσαι κατὰ τοὺς τόπους, διὰ τίνα ἆρα αἰτίαν φήσοισιν τὸν Θεὸν, ἤτοι τὸν Δαυὶδ, ἢ τὸν ἐξ αὐτοῦ βασιλεύσαντα Σολομῶνα· περὶ οὗ, ὡς εἰκὸς, ὑπολήψονται λέγειν τὴν προφητείαν υἱὸν πρωτότοκον θήσειν ἐπαγγέλλεσθαι, ἐν μὲν τῷ ψαλμῷ εἰρηκότα, Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆςPs. 88, 26. · ἐν δὲ τῷ μετὰ χεῖρας κεφαλαίῳ, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ μὴν κατ’ οὐδὲν διενηνοχέναι τῶν λοιπῶν προφητῶν φήσειέ τις τὸν Δαυὶδ, ὃς καὶ ἐξομολογεῖσθαι διὰ τὴν τοῦ Οὐρίου ἐδεῖτο λέγων, σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ἢ τὸν Σολομῶνα, ὃν καὶ ἐκκλῖναι ἀπὸ τοῦ Θεοῦ καὶ εἰδώλοις διὰ γυναικῶν ἐπιθυμίας προσκεκινηκέναι ἡ ψιλὴ διδάσκει τῆς γραφῆς ἱστορία· πῶς δὲ τοῦ Δαυὶδ ἢ τοῦ Σολομῶνος ἡ βασιλεία ἕως αἰῶνος ἐνώπιόν ἔστη τοῦ Θεοῦ, καὶ ὁ θρόνος ἀνωρθωμένος εἰς τὸν αἰῶνα κατὰ τὴν φάσκουσαν ἐνταῦθα προφητείαν, καὶ κατὰ τὴν ἐν τῷ Ψαλμῷ ὧδέ πως περιέχουσαν, ὤμοσα Δαυὶδ τῷ δούλῳ μου. Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σουPs. 88, 3. ,καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου· καὶ μεθ’ ἕτερα φάσκουσαν, Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου. Ps. 88, 35. Καὶ πάλιν· Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Ps. 88, 29. Τὰ παραπλήσια δ’ ἂν εὕροις καὶ ἐν τῷ Ἱερεμίᾳ, ἔνθα εἴρηται, ὅτι τάδε λέγει Κύριος· οὐκ ἐξολοθρευθήσεται τῷ Δαυὶδ ἀνὴρ καθήμενος ἐπὶ θρόνου οἴκου Ἰσραήλ· καὶ τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις οὐκ ἑξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου, ἀναφέρων ὁλοκαυτώματα, καὶ θύων θυσίαν καὶ ποιῶν θυμίαμα πάσας τὰς ἡμέρας. Jerem. 33, 17. ed. Compl. Not. ad 40, 13. edd. Bos. Holmes. Ταῦτα γὰρ εἰ συνεξετάζοι τίς τῇ τε παρούσῃ τῶν Ἰουδαίων καταστάσει καὶ ταῖς κατ’ αὐτοὺς ἱστορίαις ἀπὸ τῆς Ἐζεκίου καὶ Ἰεχονίου βασιλείας, καθ’ οὓς ἡ ἐκ Δαυὶδ περιεγράφη τῶν Ἰουδαίων βασιλεία ἐν τῷ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας καιρῷ, μεθ’ ὃν οὐδαμῶς ἤρχθησαν ἢ ἐβασιλεύθησαν ὑπὸ τῶν ἐκ Δαυὶδ καταγόντων τὸ γένος εἰς ἔτι, ὅτι μηδαμῶς ἁρμόζει ἤτοι τῷ Δαυὶδ ἢ καὶ τῷ Σολομῶνι τὰ λελεγμένα, ὡς ἐξ ἀνάγκης ἃ μὴ θέμις ψευδῆ διελέγχεσθαι συμβαίνειν τὴν μεθ’ ὅρκων τοῦ Θεοῦ πρόρρησιν· εἴ γε μὴν ἀναφέροιμεν τὸ λεγόμενον τοῦ Δαυὶδ σπέρμα ἐπὶ τὸν ἐξ αὐτοῦ κατὰ σάρκα γενόμενον Χριστὸν, σαφὲς πῶς εἰς τὸν αἰῶνα τοῦτο τὸ σπέρμα, τοῦτ’ ἔστιν ὁ Χριστὸς, διαμενεῖ, καὶ πῶς ὁ θρόνος αὐτοῦ καὶ ἡ πνευματικὴ βασιλεία ἕως αἰῶνος ἐνώπιον ὑπάρχει τοῦ Πατρὸς, ἀνορθούμενος ὑπ’ αὐτοῦ καὶ ἀνοικοδομούμενος κατὰ γενεὰν καὶ γενεὰν ἐν ταῖς τῶν πιστευόντων ἐπ’ αὐτὸν ψυχαῖς. Τούτου δὲ τοῦ ἀποδεδομένου ἡμῖν σπέρματος Δαυὶδ διαμενεῖ ὁ θρόνος, ὡς ὁ τῆς δικαιοσύνης ἥλιος ἐναντίον τοῦ Πατρὸς, καὶ ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ· διὸ πρὸς αὐτὸν ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐν ἑτέρῳ Ψαλμῷ λέλεκται· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ps. 44, 6. Ὁ Χριστὸς δὲ καὶ οἶκον τὴν ἐκκλησίαν οἰκοδόμησε τῷ Πατρὶ ἐκ λίθων ζώντων καὶ νοερῶν, ἁγίων καὶ ἐναρέτων ψυχῶν, ναὸν ἐγείρας πολὺ κρείττονα καὶ διαφέροντα τῆς ὑπὸ Σολομῶνος προσκαίρου καὶ μηκέθ’ ὑπαρχούσης οἰκοδομῆς. Τούτῳ δὲ καὶ ὁ ἀπόστολος μαρτυρεῖ προσήκειν τὴν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν, φωνὴν, ἐντεῦθεν αὐτὴν εἰληφὼς ἐν τῇ πρὸς Ἑβραίους συντάξει, ἔνθα φησίν· τίνι γὰρ εἶπεν ποτὲ τῶν ἀγγέλων, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Heb. 1, 5. Τὰ δ’ ἀπὸ τοῦ, καὶ ἂν ἔλθῃ ἀδικία αὐτοῦ καὶ ἑλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶνCol. 1, 24. ,περὶ τοῦ εἰς Χριστὸν πιστεύσαντος λαοῦ εἴρηται· ἐπεὶ καὶ σῶμα Χριστοῦ ἡ ἐκκλησία αὐτοῦ χρηματίζει, κατὰ τὸν ἀπόστολον. Ὅτι δὲ περὶ τῶν πεπιστευκότων εἰς αὐτὸν τὰ τῆς ἐπισκοπῆς εἴρηται, ἐπίστησον ἐπιμελῶς λελεγμένῳ πληθυντικῶς τῷ, τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτῶν· σαφῶς καὶ ἐν τῷ ψαλμῷ τὰ παραπλησία τοῖς ἐνθάδε περὶ τῶν υἱῶν εἴρηται τοῦ προφητευομένου, ἐν τῷ καὶ ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίνασίν μου μὴ πορευθῶσιν, ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτῶν. Ps. 88, 30. Ὅρα δὲ πῶς ῥάβδους ἀνδρῶν καὶ ἀφὰς υἱῶν ἀνθρώπων τοὺς κατὰ καιρὸν ὠνόμασεν ὁ λόγος διωγμούς· πλὴν πολλαὶ τοῦ Θεοῦ αἱ παρακλήσεις, καὶ αἱ διὰ τῶν γραφῶν παραμυθίαι, μὴ ἀπαυδᾶν ἡμῖν ἐπιτρέπουσαι ἐπὶ τοῖς καθ’ ἡμῶν ἐνεργουμένοις κατὰ καιροὺς διωγμοῖς· ὡς γὰρ ἐπισκέψεσθαι διὰ ῥάβδου τὸν τοῦ Χριστοῦ προεῖπε λαὸν ἁμαρτόντα, οὕτως καὶ τὸ μὴ ἀποστήσειν αὐτοῦ τὸ ἔλεος προϋπέσχηται εἰπὼν, τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ’ αὐτῶν, καθὼς ἀπέστησα ἀφ’ ὧν ἀπέστησα· ζητήσει δ’ ἐπί τινας ἦν πρὸ τοῦ ἐξ ἐθνῶν λαοῦ τὸ τοῦ Θεοῦ ἔλεος, ὅπερ παντελῶς ἀπ’ αὐτῶν ἀπέστησας· οὗ τὸ ὅμοιον ποιήσειν ὑπισχνεῖται κατὰ τὸν τοῦ Χριστοῦ λαόν.