Ancient Greek · ~6 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.ΚΑ´.
Not analysed yet
Καὶ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης. 2 Reg. 22, 1. Εἶτα ἐν τοῖς ἐξῆς· Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. 2 Reg. 22, 10. Καὶ πάλιν μετὰ ταῦτα, ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· οἱ υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· οἱ υἱοὶ ἀλλότριοι ἀπορριφήσονται· καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν. Ibid. v. 44. Ταῦτα εἴρηται σχεδὸν αὐτοῖς ῥήμασιν καὶ ἐν ἑπτακαιδεκάτῳ Ψαλμῷ, εὐκαιρότερον δ’ ἂν ἐξετάζοιτο, ἐπεὶ δ´ ἂν ἀπὸ τῶν Ψαλμῶν τὰς ἐκλογὰς ἀναλεγώμεθα· νῦν μέντοι γε παρασημειούμεθα αὐτὸ μόνον, ὡς ὅτι τὸ μὲν καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη νοοῖτ’ ἂν περὶ τῆς ἐξ οὐρανῶν καταβάσεως τοῦ Χριστοῦ· τὸ δὲ ῥύσῃ με ἐξ ἀντιλογίας λαοῦ, ἐκ προσώπου αὐτοῦ λέλεκται περὶ τῶν ἐκ περιτομῆς μὴ πεπιστευκότων εἰς αὐτὸν, περὶ ὧν καὶ ἐν Ἡσαίᾳ φησὶν, ὅλην τὴν ἡμέραν ἐξεπέτατα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγονταEs. 65, 2. . Καὶ ὅτι τὸ μὲν καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, καὶ τὸ λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου, περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας προφητεύεται· τὸ δὲ υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, περὶ τῶν ἀθέων αἱρέσεων τὰ ψευδῆ περὶ αὐτοῦ τοῦ Σωτῆρος καὶ τοῦ Θεοῦ τῶν ὅλων ἀναπεπλακότων, οὓς καὶ ἀπορριφήσεσθαι φησὶν ὁ λόγος ἀποσφαλέντας τῶν συγκλεισμῶν ἑαυτῶν, τουτέστιν ἀποπεπτωκότας· τῶν ὑπούλων καὶ ἀποκεκρυμμένων αὐτῶν ψευ(δο)δοξημάτων.