Ancient Greek · ~9 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ψ. ΙΘ′.
Not analysed yet
Καὶ ἦλθεν ἄνθρωπος Θεοῦ πρὸς Ἠλεῖ, καὶ εἶπεν, Τάδε λέγει Κύριος Κύριος· 1 Reg. 2, 27. καὶ ἐν τοῖς ἑξῆς· καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῆ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας· καὶ ἔσται πᾶς ὁ περισσεύων ἐν οἴκῳ ἤξει προσκυνῶν αὐτῷ ὀβολοῦ ἀργυρίου, καὶ ἐν ἄρτῳ ἑνὶ, λέγων, Παράριψόν με ἐπὶ μίαν τῶν ἱερατείων σου φαγεῖν ἄρτον. 1 Reg. 2, 35. Οὐδεὶς ἄλλος ἢ μόνος ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ ἡμῶν, ὃν ἔχομεν ἀρχιερέα μέγανHeb. 4, 14. ,κατὰ τὸν ἀπόστολον, διεληλυθότα τοὺς οὐρανοὺς, πάντα τὰ ἐν τῇ καρδίᾳ τοῦ Πατρὸς πεποίηκεν ὑπήκοος αὐτῷ γενέσθαι μέχρι καὶ θανάτουPhil. 2, 8. · ὅθεν καὶ ἀναστήσας αὐτὸν ὁ Πατὴρ, οἰκοδόμησεν αὐτῷ οἶκον πιστὸν, τὴν ἐκ λογικῶν καὶ ζώντων καὶ πιστῶν. ὡς ἀληθῶς λιθῶν συνεστῶσαν ἐκκλησίαν· τούτῳ δὲ καὶ ἔρχονται προσκυνεῖν οἱ πιστεύσαντες εἰς αὐτὸν, ὀβολοῦ ἀργυρίου μὴ ἀποστρεφομένου(όμενοι), μήτε σωματικῶς τὴν τὸν κοδράντην εἰς τὴν τῶν δεομένων ἐπικουρίαν συνεισφέρουσαν χήραν, μήτε μὴν κατὰ διάνοιαν τὴν ἐπὶ μόνην (ῃ) τῇ πίστει ἐρηρεισμένην ψυχὴν, ἢ τὴν κατὰ δύναμιν τῶν νοητῶν αὐτῆς ὑπαρχόντων συνεισφέρουσαν τὰ εἰς τὴν τῶν λοιπῶν οἰκοδομήν τε καὶ ὠφέλειαν συμβαλλόμενα· τὰ γ’ οὖν μωρὰ τοῦ κόσμου ἐξελέξατο1 Cor. 1, 27. καὶ τὰ ἀσθενῆ καὶ πτωχὰ, καὶ τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα μὴ ὑπερφρονῶν, μὴ δὲ τὰς τοιάσδε ψυχάς· ἀλλ’ οἷα φιλάνθρωπος Θεοῦ Λόγος καὶ ταύτας ἀποδεχόμενος τῆς προθυμίας, ἃς καὶ κρίσει θείᾳ κατὰ τὴν ἀξίαν ἐν διαφόροις μοναῖς τῶν ἱερατείων αὐτοῦ κατατάσσει, τοῦ παρ’ ἑαυτοῦ ἄρτου τῆς ἀϊδίου ζωῆς καταξιῶν αὐτάς. Τὸ δὲ καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας1 Reg. 2, 37. ,περὶ τῶν ἀγίων τῶν ἐν τῇ ἐκκλησίᾳ εἴρηται, Χριστῶν καὶ αὐτῶν προσαγορευομένων, κατὰ τὸ, μὴ ἄψησθε τῶν χριστῶν μοῦPs. 104, 15. · τούτοις γὰρ πρὸς τοῦ Σωτῆρος ἐλέγετο καὶ ἐν τῷ εὐαγγελίῳ, Ἰδοὺ, ἐγὼ μεθ’ ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Matth. 28, 20. Πλείονος δὲ σαφηνείας δεομένων τῶν τόπων, τούτοις ὡς οἷόν τε ἦν διὰ βραχέων εἰρημένοις ἀρκεσθησόμεθα.