Ancient Greek · ~10 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ψ. Ἐκ τοῦ Δευτερονομίου. Μωσῆς ἐστιν ὁ λέγων. ΙΕ′.
Not analysed yet
Προφήτην ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμὲ, ἀναστήσει σοι Κύριος ὁ Θεός σου· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες, Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἁμάρτωμεν. Καὶ εἶπεν Κύριος πρός με, Ὀρθῶς πάντα, ὅσα ἐλάλησαν· προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ’ ὅτι ἂν ἐντείλωμαι αὐτῷ. Καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ πάντα ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτῶν. Deut. 18, 15. Καὶ τί μᾶλλον ἔχοι τίς ἐκ τοῦ Ἰσραὴλ κατὰ Μωσέα προφήτην, τοῦτ’ ἔστιν νομοθέτην, τοῦ τῶν ἀνθρώπων γένους ἀναδεδειγμένον ἐπιδεῖξαι, ἢ μόνον Ἰησοῦν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν, ὃς τῆς καινῆς διαθήκης τοῦ κατὰ τὸ εὐαγγέλιον βίου νομοθέτης ἅπασιν ἀναπέφανται τοῖς ἔθνεσιν, κατὰ τὴν ἐν ψαλμῷ φήσασαν προφητηκὴν εὐχήν· Κατάστησον Κύριε νομοθέτην αὐτοῖς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν; Ps. 9, 20. Οὗτος δὲ καὶ ἐλυτρώσατο τῆς νοητῆς Αἰγύπτου, καὶ τῆς ἐν αὐτῇ πλινθοποιΐας, τῆς τε πικρᾶς ὑπὸ τὸν νοητὸν Φαραῶ δουλείας τοὺς δι’ αὐτοῦ προ(σ)εληλυθότας τῷ τῶν ὅλων Θεῷ· καὶ πάντα δὲ ἁπλῶς τὰ σωματικῶς ὑπὸ Μωσέως γεγονέναι ἱστορούμενα κατὰ τὸν πνευματικὸν νόμον ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν διεπράξατο. Ἐλήλυθεν ἆρα καὶ ὁ διαβόητος ἔτι καὶ νῦν παρά τε Σαμαρεῦσι καὶ Ἰουδαίοις, ὃν καὶ Μωσῆς προεθέσπισε προφήτης, περὶ οὗ προδιεμαρτύρατο ὁ Θεὸς λέγων, καὶ ὁ ἄνθρωπος ὅς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐν τῷ ὀνοματι μου, ἐκδικήσω ἐξ αὐτοῦ. Ἐκδεδίκηται γ’ οὖν τὸ αἶμα πάντων τῶν ἀπὸ Ἄβελ μέχρι Ζαχαρίου τοῦ φονευθέντος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἀπὸ τῆς γενεᾶς τῆς κατὰ τοῦ Σωτῆρος ἐπισυστάσης, καὶ μάλιστα τῶν τολμησάντων ἀφεῖναι κατ’ αὐτοῦ τὴν σταύρου σταύρου αὐτὸν φωνὴν, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὅπερ καὶ παραυτίκα γέγονε, τοῦ Θεοῦ καθὼς προεῖπεν ἐκδικήσαντος τὸ αἷμα τοῦ Χριστοῦ ἔκ τε αὐτῶν ἐκείνων καὶ τῶν τέκνων αὐτῶν, ἅμα τε μετελθούσης αὐτοὺς τῆς δίκης, ὡς ἐξ ἐκείνου εἰς δεῦρο μὴ δ’ ὅλως ἆραι κεφαλὴν τὸ πᾶν ἔθνος δυνηθῆναι, πληρωθείσης καὶ ἑτέρας προφητείας Ἀμῶς φασκούσης, Οἶκος Ἰσραὴλ πέπτωκεν, οὐκέτι προσθήσει τοῦ ἀναστῆναιAmos 5, 1. · ἅπερ καὶ ὁ ἀπόστολος τῷ πνεύματι προϊδὼν, ἀνεφώνησεν εἰπὼν, Ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. 1 Thess. 2, 16.