Ancient Greek · ~3 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ψ. Ἐκ τῆς Δ’ τοῦ Βαλαὰμ προφητείας. ΙΔ′.
Not analysed yet
Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει ἡγεμόνας Μωὰβ, καὶ προνομεύσει πάντας υἱοὺς Σήθ. Num. 24, 17. Ὁ τοῦ Θεοῦ Λόγος κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἄστρον οὐ μικρὸν οὐχὶ τῷ Ἰακὼβ ἀνέτειλεν, ἀλλ’ ἐκ τοῦ Ἰακώβ· ἀπὸ γὰρ τοῦ σωματικοῦ λαοῦ τῶν ἐκ περιτομῆς ἀρξάμενος, πᾶσιν ἐπέλαμψε τοῖς ἔθνεσι· μεταναστάς τε ἀπ’ ἐκείνων, οὐ μικροὺς πολέμους διεχειρίσατο, καθαίρων τὰς ἀντικειμένας δυνάμεις, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, οὓς καταγωνισάμενος προνομὴν ἐποιήσατο εἰς τὸν αὐτοῦ κλῆρον, ἀπολαβὼν ὅσα πρότερον ὑπ’ ἐκείνους ἐτύγχανεν ἔθνη· περὶ ὧν ὁ Πατὴρ αὐτῷ κατεπηγγείλατο εἰπών· αἰτῆσαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ps. 2, 8.