Ancient Greek · ~11 min
Chapter 2
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. ΨΑΛΜΟΥ Α′.
Not analysed yet
Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Καὶ τίνα ἄν τις ἔχοι ἀποδεικνύναι εἰς τοσαύτην ἐξέσω (ἐξαίσιον̣) ἀρετὴν ἐληλακότα ὡς ἐν μηδενὶ τρόπῳ ἧς δή ποτ’ οὖν περιπεσεῖν ἁμαρτίας, ὅπερ σημαίνειν μοι δοκεῖ τὸ, οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ τὸ, οὐκ ἔστη ἐν ὁδῷ ἁμαρτωλῶν, τό τε ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· δι’ ὧν δηλοῦσθαι νομίζω τὸ πάντη ἄγευστον ἁμαρτίας τοῦ μακαριζομένου· τὸ γὰρ μὴ μόνον ἐν τοῖς τοιοῖσδε μὴ πορευθῆναι, μὴ δ’ ὡσπερεὶ βαδίσαντα προκόψαι, ἀλλὰ γὰρ μηδὲ καθεσθῆναι, μὴ δὲ μὴν ὅλως ἐπιβῆναι τὴν ἀρχὴν, μὴ δὲ στῆναι ἐν αὐτοῖς, πῶς οὐ θαυμαστόν τι χρῆμα καὶ σπάνιον τυγχάνει; Παρίσταται δὲ μᾶλλον τῇ διανοίᾳ παρατατικῶς εἰρημένα τὰ τοῦ δηλουμένου ἀνδρὸς ἐγκώμια· οὔτε γὰρ ἐπορεύθη φησὶν, οὔτ’ ἔστη, οὔτ’ ἐκάθισεν ἐν τοῖς τοιοῖσδε τῆς κακίας εἴδεσιν, δι’ ὧν ἐμφαίνεται ἡ ἐκ τοῦ ἀεὶ καὶ διὰ παντὸς ἐνάρετος τοῦ μακαριζομένου κατάστασις. Πολλοὺς μὲν οὖν τοὺς ἐκ προσοχῆς καὶ ἀσκήσεως κατωρθωκότας ἴδοι ἄν τις, οὐδένα γε μὴν τοιοῦτον ὁποῖον ὁ ψαλμὸς διαγράφει· εἰ δὲ θεωρήσειέν τις ὁπηλίκον ἐστὶν τὸ πρὸς πάντα εὐροεῖν καὶ κατὰ Θεὸν εὐοδοῦσθαι ἐν μηδενὶ σφαλλόμενον, μὴ δ’ ἀποπίπτοντα τοῦ κατ’ ἀρετὴν σκοποῦ, ὡς κατὰ τοῦτο λέγεσθαι ἐν τῷ Ψαλμῷ τὸ, καὶ πάντα ὅσα ἂν ποιῇ, κατευοδωθήσεται· ἔτι δὲ εἰ κατανοήσειεν ὁποῖον ἐστὶν τὸ ἀνακεκράσθαι τινὰ ὁμοδοξοῦν ἔχοντα τὸ ἴδιον αὐτοῦ θέλημα τῷ τοῦ Κυρίου νόμῳ, τό τε μελετᾶν ἐν αὐτῷ μὴ μόνον δι’ ὅλης ἡμέρας ἀλλὰ καὶ διὰ τῆς νυκτὸς ἐγρηγορόσι τοῖς τῆς διανοίας ὀφθαλμοῖς εἰς αὐτὸν ἐνορῶντα, καὶ κατ’ αὐτὸν οὐ μόνον τοῖς μεθ’ ἡμέραν ἔργοις τε καὶ λόγοις ἀλλὰ καὶ ταῖς κατὰ τὸν ὕπνον ἐνθυμήσεσι καὶ φαντασίαις ἐνεργοῦντα, εἴσεται τὸ μέγεθος τοῦ ταῦτα κατωρθωκέναι πρὸς τοῦ θείου πνεύματος μαρτυρουμένου· ἀλλ’ εἰ καὶ πᾶσαν ὁμολογουμένως τὴν ἀνθρωπείαν ὑπερακοντίζει φύσιν τὰ λελεγμένα, ἑνὶ δ’ οὖν ἀνδρὶ μόνῳ ἐφαρμόζοι ἂν τῷ γενομένῳ ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα Ἰησοῦ Χριστῷ τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ πρὸς τοῦ ἐν Ἠσαΐᾳ θείου πνεύματος μεμαρτύρηται, ὅτι μὴ ἁμαρτίαν ἐποίησεν, μὴ δὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Es. 53, 9. Τὸ δ’ ἐπιδεδεγμένον τῆς ἐκδοχῆς παρίστησιν ἡ κατὰ τὸ Ἑβραϊκὸν ἐντεῦξις ἐπιτετηρημένως οὕτως ἔχουσα, μακάριος ὁ ἀνὴρ, μετὰ τῆς ἄρθρου προσθήκης· καὶ ἔπρεπέν γε τὸν κατὰ σάρκα τοῦ Σωτῆρος ἡμῶν χρηματίσαντα πατέρα Δαυὶδ, ἐπαγγελίαν εἰληφότα περὶ τοῦ ἐκ σπέρματος αὐτοῦ τεχθήσεσθαι τὸν Χριστὸν, τούτῳ τὴν ἀπαρχὴν τῆς ἑαυτοῦ προφητείας ἀναθεῖναι. Ὅτῳ δὲ φίλον διαγνῶναι τὸ ἀκριβὲς τῆς ἐπὶ τὴν Σωτῆρα τῶν ἐν τῷ ψαλμῷ λεγομένων ἀναφορᾶς, τοῖς εἰς αὐτὸν ὑπομνηματισαμένοις ἐντυχὼν εἴσεται.