Ancient Greek · ~21 min
Chapter 2
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. ΨΑΛΜΟΥ ΔΕΥΤΕΡΟΥ. Β′..1
Not analysed yet
Ἵνατι ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. Ps. 2. Ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν οἱ τοῦ Πέτρου καὶ Ἰωάννου τὰ κατ’ αὐτοὺς παράδοξα διηγουμένων ἀκούσαντες ἐμαρτύρησαν. Εὐχαριστήσαντες γὰρ τοῖς ἐφ’ οἷς ἤκουον θαυμασίοις τοῖς προεκτεθεῖσι ῥητοῖς ἐπήγαγον λέγοντες, Συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐπὶ τὸ αὐτὸ ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου ὃν ἔχρισας Ἡρώδης τε καὶ Πόντιος Πιλάτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ. Act. 4, 27. Οὐ μόνοι δὲ ἄρα οἱ κατ’ ἐκεῖνο καιροῦ ἐπιβουλεύσαντες τῷ Σωτῆρι ἡμῶν συνήχθησαν κατ’ αὐτοῦ, ἀλλὰ καὶ οἱ καθεξῆς ἐξ ἐκείνου καὶ δεῦρο βασιλεῖς καὶ ἄρχοντες ὅλα τε ἔθνη καὶ λαοὶ διὰ τοῦ βλασφημεῖν αὐτὸν καὶ ἐπιβουλεύειν αὐτοῦ τῇ διδασκαλίᾳ. Πεπεῖσθαι δὲ χρὴ μὴ μόνον τοὺς ἐν ἀνθρώποις ὁρατοὺς βασιλεῖς καὶ ἄρχοντας ἐπιβεβουλευκέναι αὐτῷ, πολὺ δὲ μᾶλλον τοὺς νοητοὺς καὶ ἀοράτους ἄρχοντας τοῦ αἰῶνος τούτου, οἳ καὶ τότε ἐνήργησαν καὶ εἰς ἔτι νῦν ἐνεργοῦσιν, τά τε ἔθνη καὶ τοὺς κενὰ καὶ εἰς μάτην τὸν τοῦ Θεοῦ νόμον μελετήσαντας λαοὺς τοὺς ἐκ περιτομῆς, οὐ μόνον κατὰ τοῦ Χριστοῦ τοῦ Θεοῦ βουλευσαμένους, ἀλλὰ δι’ αὐτοῦ καὶ κατὰ τοῦ πέμψαντος αὐτὸν Πατρός· περὶ ὧν ἁπάντων ἐν τῷ ψαλμῷ ἐπιφέρεται τὸ, Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Οἷς ἑξῆς αὐτὸς ὁ Χριστὸς τὴν μετὰ τὸ πάθος γεγενημένην περὶ αὐτὸν οἰκονομίαν παιδεύων ἡμᾶς φησὶν, Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἄγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Οὐ χρὴ μέντοι γε κατὰ τὰς Ἰουδαίων χαμαιπετεῖς ὑπολήψεις τὴν τοῦ Χριστοῦ βασιλείαν ὁμοίαν ταῖς τῶν ἀνθρώπων ἡγεῖσθαι ἐπὶ τῇ Σιὼν ὄρος σωματικὸν συστησομένην· πρός γ’ οὖν τὸν ἐρωτήσαντα αὐτὸν εἰ βασιλεὺς τυγ χάνει, ἀπεκρίνατο λέγων, ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτουIo. 18, 36. · ὅθεν δὴ καὶ βασιλείαν οὐρανῶν ἐπήγγελτο τοῖς πεπιστευκόσιν εἰς αὐτὸν, καὶ τὸ Σιὼν δὲ ὄρος ἐπουράνιον ὑπάρχειν ἐδίδαξεν οὐ μόνος ὁ ἀπόστολος, ἀλλὰ καὶ πλεῖσται ἄλλαι προφητεῖαι. Ὁ γ’ οὖν Μιχαίας προειπὼν ὡς ἄρα διὰ τὰς ἀσε βείας τοῦ προτέρου λαοῦ Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦMic. 3, 12. ,ἑξῆς περὶ ἑτέρας Σιὼν καὶ Ἰερουσαλὴμ ὁμοίως ἐπιφέρει, λέγων, Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ἥξουσιν ἐπ’ αὐτῷ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ. Mic. 4, 1. Περὶ τούτου ἄρα εἴρηται καὶ ἐνθάδε ὑπὸ τοῦ ὄρους τοῦ Χριστοῦ, ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ· ὑπὸ τίνος δὲ κατεστάθη δῆλον ὅτι ὑπὸ τοῦ φήσαντος πρὸς αὐτὸν Πατρός, τὸ υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ τὸ, αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοὶ ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Καὶ ὅτι γε ἀληθὴς ἡ προφητεία καὶ ἀψευδὴς ἡ ὑπόσχεσις, πάρεστιν διαγνῶναι ἀπὸ τῶν ἐν οὕτω βραχεῖ χρόνῳ προσεληλυθότων ἐκ παντὸς ἔθνους τῇ διὰ τοῦ Σωτῆρος ἡμῶν θεοσεβείᾳ· ἢ λεγέτωσαν οἱ πρὸς τὴν ἐνέργειαν ἀντιβλέπειν ἀναιδῶς τολμῶντες, τίνι ἂν ἔχοιεν ἐφαρμόζειν μὴ παραδεχόμενοι ταῦθ’ οὕτως ἔχειν τὴν προφητείαν; Δαυὶδ μὲν γὰρ τὸν βασιλέα, περὶ οὗ ταῦτα τινὲς ὠήθησαν λέγεσθαι, οὐχ οἷοί τε ἂν εἶεν παραστῆσαι τοίαδε τινὰ πεπονθότα, ὡς ἀρχόντων καὶ βασιλέων ἐθνῶν τε καὶ λαῶν ἐπιβεβουλευκότων αὐτῷ· πότε δὲ ἢ καὶ ἐπὶ πηλίκοις ἀνδραγαθήμασι εἶπεν ὁ Κύριος τῷ Δαυὶδ, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; Πῶς δὲ καὶ τὸ, αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, λέγοιτ’ ἂν ὡς πρὸς αὐτὸν σαφῶς περιορισθείσης αὐτοῦ τῆς βασιλείας ἐπὶ μόνον τὸν Ἰσραὴλ καὶ τοὺς τῆς Ἰουδαίας ὅρους; Διὰ τὶ δὲ καὶ οὐ προσίενται τὸν ἐληλυθότα Χριστὸν ἀποκρινέσθωσαν· ἆρά γε ἐπειδὴ πέπονθεν ἕτερον τοίνυν προσδοκᾶν αὐτοὺς ἀνάγκη μήδεν τοιοῦτον ὁποῖον οὗτος πεισόμενον; Καὶ πῶς ἂν πληρωθεῖεν αἱ προφητεῖαι πλεῖστα ὅσα παθεῖν τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ ἐν ἑτέροις μὲν πλείοσιν, οὐχ ἥκιστα δὲ καὶ ἐν τῷ μετὰ χεῖρας προλέγουσαι ψαλμῷ; Ἆρα δὲ χρὴ νομίζειν ἀδεεὶ τὴν περὶ τοῦ τῶν ὅλων Θεοῦ διδασκαλίαν ἐνεσπαρκέναι τοῦτον τῇ οἰκουμένῃ· ἔστιν δὲ κἂν ἐπὶνοῆσαι ἀνθρωπίνην ὁρμὴν καὶ ψιλὴν τοῦ τυχόντος ἐπιβολὴν τοσοῦτον ἰσχῦσαί τε καὶ δυνηθῆναι, ὡς διὰ μόνης τῆς αὐτοῦ διδασκαλίας ἄνευ θεότητος συνεργούσης παντοδαπὰς ἀκροατῶν διαθεῖναι ψυχὰς περὶ τὸν τῶν ὅλων Θεὸν ταῦτα σπεῖσαι πάλαι πρότερον, καὶ εἰς ἔτι νῦν πείθειν καταλιπεῖν μὲν ἔθη πάτρια, βίον τε ἄθεσμον καὶ ἀνήμερον καὶ ἀκόλαστον, θεοσεβείᾳ δὲ μόνῃ προσέχειν, καὶ ταύτην οὐ μόνον τῆς ὑπαρχούσης οὐσίας, ἀλλὰ καὶ δι’ αὐτοῦ τοῦ πᾶσιν περιποθήτου ζῆν προτιμᾶν; Ἀλλ’ οὐκ οἴομαί τινα τῶν κἂν μετρίως εὐγνωμονεῖν ἐθελόντων μὴ οὐχὶ συνομολογεῖν τὰ τηλικαῦτα μετὰ συνεργούσης θείας καὶ ὑπὲρ ἀνθρώπων δυνάμεως διὰ τοῦ Σωτῆρος ἡμῶν γεγονέναι· ἐξ ὧν ὁμοῦ μὲν καὶ ἡ θεότης ἀποδείκνυται τοῦ ἐνανθρωπίσαντος Κυρίου, ὁμοῦ δὲ καὶ τὰ τεκμήρια σαφῶς παρίσταται τοῦ εἰληφέναι αὐτὸν ὑπὸ τοῦ Πατρὸς τὰ ἔθνη κληρονομίαν, καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ. Ὅλα δὲ τὰ κατὰ τὸν ψαλμὸν διηγεῖσθαι οὐ τοῦ παρόντος τυγχάνει καιροῦ, μάλιστα ὅτε πληρεστάτης ἤδη τετύχηκεν διηγήσεως.