Ancient Greek · ~3 min
Chapter 2
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. Ψαλμοῦ γ. —Γ′.
Not analysed yet
Καὶ τὸν τρίτον ψαλμὸν ἐπὶ τὸν Χριστὸν ἐκλαμβάνειν εὐχερὲς, ἀκολούθως τοῖς πρὸ αὐτοῦ διδάσκοντα τὰ περὶ τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς διὰ τοῦ, Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Ps. 3. καὶ τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ, ἃ καὶ δηλοῦται διὰ τοῦ, Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Ἁρμόσειε δ’ ἂν τῷ Χριστῷ καὶ ἕκαστος τοῦ Ψαλμοῦ στίχος τῆς προσηκούσης τυχὼν ἐξηγήσεως· ἔχει δὲ λόγον καὶ τὸ τρίτον αὐτὸν τεταγμένον τὰ περὶ τῆς ἀναστάσεως τοῦ Κυρίου θεσπίζειν ἀκολούθως ταῖς πρὸ αὐτοῦ προφητείαις· ὁ μὲν γὰρ πρῶτος, καθὼς ἀποδεδώκαμεν, τὸν ἄληπτον βίον καὶ τὴν ἄνευ ἁμαρτίας αὐτοῦ πολιτείαν διδάσκει· ὁ δεύτερος τὰ κατὰ τὸ πάθος· τούτοις τοιγαροῦν καὶ ὁ τρίτος ἑξῆς τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ θεσπίζει.