Ancient Greek
Chapter 2
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. ΨΑΛΜΟΥ ΙΖ′.—Θ′.
Not analysed yet
Ἐπεὶ καὶ τὸν ἕπτα καὶ δέκατον Ψαλμὸν οὐκ ἐξ ἄλλου τινὸς λέγεσθαι νομιοῦσιν οἱ ἐκ περιτομῆς ἢ τοῦ Δαυὶδ, διὰ τὸ καὶ τὴν ἐπιγραφὴν αὐτοῦ τοῦτο δοκεῖν ἐμφαίνειν, θλίψομεν αὐτοὺς οὐ δυναμένους σώζειν ἐπ’ αὐτοῦ τὸ, Ῥύσῃ με ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν. Ps. 17, 43. Ποίων γὰρ ἐθνῶν εἰς κεφαλὴν καταστάντα τὸν Δαυὶδ ἔχοιεν παραστῆσαι, ἢ ποῖος οὗτος λαὸς, ὃν οὐκ ἐγνώκει μὲν αὐτὸς πρότερον, ὅμως δὲ ἐδούλευσεν αὐτῷ εἰς ἀκουὴν ὠτίου ὑπακούσας αὐτῷ· τίνες δὲ καὶ οἱ ψευσάμενοι αὐτῷ υἱοὶ ἀλλότριοι λεγόμενοι, καὶ οἱ παλαιωθέντες καὶ χωλάναντες ἀπὸ τῶν τρίβων αὐτῶν; Ἀλλ’ ἡμῖν οὐδ’ ὅλως τί τῶν ἐν τῷ ψαλμῷ λεγομένων προσκόψει ἐκ προσώπου τοῦ Χριστοῦ, τοῦ κατασταθέντος εἰς κεφαλὴν τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ταύτην ἐκλαμβάνουσι τὴν προφητείαν θεωροῦσί τε αὐτὴν ἐναργῶς πεπληρωμένην· ἦμεν γὰρ, ἦμεν ἀληθῶς ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίαςEph. 2, 12. ,καὶ διὰ τοῦτο μὴ ἄξιοι τῆς τοῦ λόγου τοῦ Θεοῦ γνώσεως· ἀλλὰ νῦν γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπ’ αὐτῶ, ἡμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθημεν ἐγγὺςGal. 4, 9. Eph. 2, 13. ,καὶ ἐδουλεύσαμεν τῷ πάλαι μὴ γνόντι ἡμᾶς, καὶ εἰς ἀκοὴν ὠτίου ὑπηκούσαμεν αὐτῷ, παραδεξάμενοι τὸν τῆς καινῆς διαθήκης αὐτοῦ λόγον, ὃν διέθετο πρὸς ἡμᾶς. Θαυμασίως δὲ μετὰ τὸ λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι, καὶ τὴν περὶ ἡμῶν κλῆσιν τὰ περὶ τῆς προτέρας συναγωγῆς ἐκτίθεται διὰ τοῦ, υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, ἰσοδυναμοῦν τῷ, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· Es. 1, 2. οὗτοι δὲ καὶ ἐπαλαιώθησαν χωλάναντες ἀπὸ τῶν τρίβων αὐτῶν, καὶ μὴ παραδεξάμενοι τὸν Χριστὸν τοῦ Θεοῦ· ὃς ἀποδοκιμασθεὶς ὑπ’ αὐτῶν κατεστάθη ὑπὸ τοῦ Πατρὸς εἰς κεφαλὴν τῶν δουλευσάντων, καὶ εἰς ἀκοὴν ὠτίου ὑπακουσάντων αὐτῷ ἐθνῶν, κατὰ τὴν ἑτέρωθι φάσκουσαν προφητείαν, Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Ps. 117, 22. Οἶμαι δὲ καὶ τὰ περὶ τῆς θεότητος καὶ τῆς εἰς ἀνθρώπους καταβάσεως αὐτοῦ ἐν τοῖς πρώτοις δηλοῦσθαι τοῦ Ψαλμοῦ· ἅπερ οὐ τῆς ἐν παρέργῳ καὶ παραδρομῇ δέοιτ’ ἂν ἐξηγήσεως ἀπορρητότερον εἰρημένα, οἷα ἐστὶν ἀπὸ τοῦ, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ ἐπέβη ἐπὶ Χερουβὶν καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων· καὶ ὅσα τούτοις παραπλησίως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον ἀναφέρεται.