Ancient Greek
Chapter 2
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. Ψαλμοῦ ΡΜΖ′.—ΙΕ′.
Not analysed yet
Καὶ τὸ, ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ,Ps. 147. παρασημειώσασθαι ἔδοξεν, ὡς διδασκούσης καὶ ἐνταῦθα τῆς γραφῆς ὡς ἄρα ὑπόστατόν τι πρᾶγμα ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει, ἕτερος ὢν παρὰ τὸν ἀποστέλλοντα αὐτῷ Πατέρα· ὅρα δὲ πῶς ἑξῆς ἐπιφέρεται τὸ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ· ὃ καὶ αὐτὸ πεπληρωμένον ἐστιν ἰδεῖν μετὰ τὴν Χριστοῦ παρουσίαν, οὕτω ἐν σφόδρα βραχεῖ χρόνῳ διαδραμούσης, καὶ εἰς πᾶσαν τὴν γῆν ἐν οὐ πολλοῖς ἔτεσι μέχρι καὶ τῶν περάτων τῆς οἰκουμένης κεκρατηκυίας αὐτοῦ τῆς διδαχῆς.