Ancient Greek · ~2 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. Ϛ´.
Not analysed yet
Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι δέδωκεν ὁ Θεός· καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Θεοῦ σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Es. 8, 18. Καὶ τὸ, Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεὸς ἐκ προσώπου τοῦ Σωτῆρος περί τε τῶν ἀποστόλων καὶ τῶν μετὰ ταῦτα εἰς αὐτὸν πεπιστευκότων καλῶς ἐν τῇ πρὸς Ἑβραίους ἐξείληπται· ἐπιφέρεται γοὖν ἐνταῦθα τὸ, καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν οἴκῳ Ἰσραήλ· Heb. 2, 13. καὶ σαφὲς ὅπως κατὰ τὸν καιρὸν τῆς τοῦ Σωτῆρος παρουσίας σημεῖα καὶ τέρατα εἰ(έν) τῷ οἴκῳ Ἰσραὴλ, οἷα οὐδεπώποτε ἀπετελέσθη.