Ancient Greek
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. ΙΒ′.
Not analysed yet
Κύριε, ἐν θλίψει ἐμνήσθην σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν· καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου. Es. 26, 16. Ἐπιγραφή τις ἐν Ψαλμοῖς ὑπὲρ τοῦ ἀγαπητοῦPs. 44. φέρεται· καὶ πάλιν εἴρηται, ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ· Ps. 67, 12. δείκνυται δ’ ἐν τοῖς τό ποις οὐκ ἄλλος ὢν τοῦ Χριστοῦ λεγόμενος ἀγαπητὸς τοῦ Θεοῦ. Τούτου χάριν ἐπεσημηνάμεθα καὶ τὸν ἐν χερσὶν ἀγαπητόν· αὐτὸν ἐκεῖνον ὑπολαμβάνοντες εἶναι, ὃν καὶ ἐξ οὐρανοῦ φωνὴ σαφῶς ἀνεκήρυξε φήσασα, Οὗτος ἐστὶν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα. Matth. 3, 17.