Ancient Greek · ~9 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. ΙΑ′.
Not analysed yet
Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ· καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κύριος ἐν χώρᾳΑἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτοὺς, κρίνων σώσει αὐτούς· καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ποιήσουσιν θυσίας καὶ δῶρον· καὶ εὔξονται εὐχὰς τῷ Θεῷ. Es. 19, 19. Καὶ τίς ἂν ἄλλος εἴη ὁ ἀποσταλεὶς ὑπὸ Κυρίου ἄνθρωπος, καὶ σώσας τοὺς Αἰγυπτίους διὰ τοῦ κρίνειν, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ μόρφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Phil. 2, 8. Αἰγύπτου δὲ τροπικῶς νοουμένου τοῦ τῶν ἀνθρώπων βίου, εἶεν ἂν οἱ δεισιδαίμονες καὶ τοῖς ὑλικοῖς προπεπονθότες Αἰγύπτιοι, οὓς ὁ τῶν ὅλων Θεὸς κατελεήσας θλιβομένους ὑπὸ τῶν κατατυραννούντων αὐτοὺς δαιμόνων, ἀποστείλας τὸν προειρημένον ἄνθρωπον, ὃς ἔσωσεν σωτηρίαν Θεῷ πρέπουσαν, ὥστε τοὺς πάλαι κατὰ τὸν νόμον εἰργομένους τῆς ἐκκλησίας Κυρίου διὰ τῆς γενομένης αὐτοῖς ἐπιφανίας ἐπιγνῶναι τὸν Κύριον, αὐτοῦ τοῦ Κυρίου γνωστὸν αὐτὸν αὐτοῖς ἐμποιοῦντος· σαφὲς δ’ ὅπως ἐν τῇ δηλωθείσῃ τῇ τῶν Αἰγυπτίων χώρᾳ συνέστη τῷ Κυρίῳ θυσιαστήριον ἀπὸ τῶν ἐν παντὶ τόπῳ εἰς εὐχὰς καὶ Θεοῦ θρησκείαν ἐπιτελουμένων ἀθροισμάτων. Εἴποι δ’ ἄν τις ἐπιβαίνων τῇ λέξει εἰς τὸ, καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων, εἰ δὴ τὸ θυσιαστήριον τόπος τίς ἐστιν θυμάτων, ἐπὶ λόγῳ Θεοῦ ζῴων ἀλόγων σφαγιαζομένων, δικαιότατα ἂν μεῖζον καὶ ἀληθέστερον διὰ Χριστοῦ γεγονέναι τῷ Θεῷ θυσιαστήριον ἐν ὅλῳ τε τῷ περιγείῳ τόπῳ, Αἰγύπτῳ τροπικῶς χρηματίζοντι, διὰ τοὺς πανταχόσε μάρτυρας θύματα καὶ οἱονεὶ σφάγια ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων ἀναφερομένων τῷ Θεῷ καὶ ἐν αὐτῇ δὲ τῇ σωματικῇ τῶν Αἰγυπτίων χώρᾳ, ἔνθα τοσοῦτοι καὶ τηλικοῦτοι μάρτυρες ἐδόξασαν τὸν Θεὸν τῷ ἰδίῳ αὐτῶν αἵματι· ἀλλ’ εἰ δυσπειθῶς ἔχοιεν πρὸς τὰ ἀποδεδομένα οἱ ἐκ περιτομῆς, λεγέτωσαν αὐτοὶ πότε καὶ ποῦ καὶ πρὸς τίνος θυσιαστήριον κατέστη τῷ Κυρίῳ ἐν Αἰγύπτῳ, τίς δὲ ὁ ἄνθρωπος ὁ σώσας τοὺς Αἰγυπτίους, τίνα τε τρόπον καὶ πότε γνωστὸς ἐγένετο Κύριος τοῖς Αἰγυπτίοις, ὥστε αὐτοὺς ἀποστάντας τῆς προτέρας πλάνης τὴν περὶ αὐτοῦ γνῶσιν ἀναλαβεῖν· τοιοῦτον γάρ ἐστι τὸ ἐπιγνῶναι Κύριον. Καὶ ὅλα δὲ τὰ ἑξῆς τῆς προφητείας βαθυτέρας ἤρτηται διανοίας, ἣν οὐχ ὁ παρὼν ἀναπτύσσειν καιρός.