Ancient Greek · ~2 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. ΙΔ′.
Not analysed yet
Ἰδοὺ τὸ ὄνομα Κυρίου ἔρχεται διὰ πολλοῦ χρόνου, καιόμενος θυμὸς, μετὰ δόξης τὸ λόγιον· τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται. Es. 30, 27. Καὶ τί ἂν εἴη τὸ λεγόμενον ὄνομα Κυρίου ἢ ὁ Θεὸς Λόγος, δι’ οὗ τὰ σύμπαντα γεγένηται; Τὰ περὶ τῆς δευτέρας τοίνυν καὶ ἐνδόξου αὐτοῦ παρουσίας νομίζω καὶ ταύτην αἰνίττεσθαι τὴν προφητείαν.