Ancient Greek
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. ΙΕ′.
Not analysed yet
Τάδε λέγει Κύριος· Μακάριος, ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ· ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. Es. 31, 9. Ὁ Χριστὸς τοῦ Θεοῦ ὁ εἰπὼν, ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ, καὶ διὰ τούτων δηλοῦται· εἶεν δ’ ἂν οἱ ὑπ’ αὐτὸν ἄρχοντες, ἤτοι ἀπόστολοι, καὶ οἱ μετὰ Θεοῦ κρίσεως τῶν ἐκκλησιῶν ἄρχοντες ἢ ἄγγελοι θεῖοι, τῆς τῶν ἀνθρώπων ἔφοροι σωτηρίας· διὰ τοῦτον δὲ τὸν βασιλεύοντα τῆς Σιὼν καὶ τῆς Ἱερουσαλὴμ, μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ· ἃ καὶ ἀξίως τοῦ ἀποστολικοῦ πνεύματος ἐκλη[μ]πτέον ,διδάσκοντος ἡμᾶς τὰ περὶ τῆς ἄνω Ἱερουσαλὴμ, καὶ τοῦ Σιὼν ἐπουρανίου ὄρους.