Ancient Greek · ~2 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. ΚΑ′.
Not analysed yet
Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην. Es. 43, 10. Καὶ τίς ἂν εἴη ὁ παῖς ὃν ἐξελέξατο Κύριος ὁ Θεὸς, ὃν καὶ ἑαυτῷ συνκαταλέγει μάρτυρα γενησόμενον τῶν αὐτῷ μαρτυρούντων, ἢ οὗτος περὶ οὗ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ ἐλέγετο, Ἰακὼβ ὁ παῖς μου· ἀντιλήψομαι αὐτοῦ, καὶ τὰ ἐξῆς; ἅ τινα σαφῶς ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν ἀπεδείκνυτο προπεφητευμένα.