Ancient Greek · ~15 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. Κ′..1
Not analysed yet
Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ· κάλαμον τεθλασμένον οὐ συντρίψει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει· ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν· ἀναλάμψει καὶ οὐ θραυσθήσεται ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ πνεύμα τοῖς πατοῦσιν αὐτήν· ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. Es. 42, 1. Ὅτι μὴ περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ προφητεύεται τὰ ἀπὸ τοῦ Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου, σαφὲς ἔσται τοῖς ἐθέλουσιν ἑκάστην λέξιν τῶν προκειμένων ἐξετάζειν, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ τὸ Ἑβραϊκὸν ἀκριβείας τοῦτο δῆλόν ἐστιν· οὔτ’ οὖν τὸ Ἰακὼβ ὄνομα, οὔτε τὸ Ἰσραὴλ ἐν αὐτῷ ἐμφέρεται, ὅθεν καὶ ὠβέλισται παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις τῶν ο′, καθ’ ὅτι γε οὐκ ἄλλος τῶν δικαίων πλὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐδὲ μὴν αὐτὸς ὁ τοῦ Ἰσαὰκ ἢ Ἰακὼβ καὶ Ἰσραὴλ προσαγορευθεὶς τοιοῦτος τίς ἦν ὡς ἐφαρμόζεῖν αὐτῷ δύνασθαι τὰ προκείμενα, οὐδένα οἶμαι ἀμφιβάλλειν· ἵνα γὰρ καὶ ἑτέροις ἁρμόσοι τίς τὸ, ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτὸν, τί δ’ ἂν εἴποι εἰς τὸ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει, καὶ εἰς τὰ ἑξῆς, καὶ μάλιστα τὸ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν; Πῶς δὲ κἂν πιθανὸν εἴη ἤτοι τῶν Ἰουδαίων λαῷ, ἢ καὶ αὐτῷ τῷ τοῦ Ἰσαὰκ Ἰακὠβ, ἢ καὶ ἑτέρῳ τινὶ τῶν δικαίων ἐφαρμόζειν τὸ, ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καεθημένους ἐν σκότει; Ἀλλὰ ταῦτα ἡμῖν ὡς πρὸς τοὺς ἐκ περιτομῆς ἐπηπορήσθω· σαφῶς γε μὴν ἡμᾶς τὸ εὐαγγέλιον ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ διδάσκει καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν, ὅτε ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον κατ’ αὐτοῦ ἔλαβον ὅπως αὐτὸν ἀπολέσωσιν. Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας· καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν· Matth. 12, 14. τούτοις γὰρ ἐπιφέρεται ἐν τῷ εὐαγγελίῳ, ἵνα πληρωθῇ τὸ ῥηθὲν δλὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος, Ἰδοὺ ὁ παῖς μου, ὃν ἡρέτισα· ὁ ἀγαπητός μου, ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτὸν, καὶ τὰ ἑξῆς, ὅσα δὴ ἐν τῇ προφητείᾳ κατείλεκται. Αὐτὸς δ’ ἂν οὖν εἴη ἂν ὁ καὶ Ἰακὼβ χρηματίσας, παῖς ὢν μονογενὴς τοῦ Θεοῦ· ὡς ἑτέρωθι λέλεκται, Μέγα σοι ἐστιν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Es. 49, 6. Οὗτος δὴ τοίνυν παρὰ τοῦ Πατρὸς ἀκούσας μετὰ τῶν ἄλλων καὶ τὸ, ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, κρίσιν ἐξήγαγε τοῖς ἔθνεσιν, ὥστε κεκριμένῳ λογισμῷ κατὰ τὸ ἱερὸν εὐαγγέλιον αὐτὰ πολιτεύεσθαι· σαφὲς δ’ ὅπως ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὰ πιστεύσαντα εἰς αὐτὸν ἔθνη ἤλπικεν, καὶ ὅπως αὐτῷ εἰς φῶς ἐθνῶν ἀναδέ δεικται, ὥστε διὰ τοῦ φωτὸς τοῦ λόγου αὐτοῦ διανυγῆναι(οιγῆναι) τοὺς τῆς διανοίας ὀφθαλμοὺς τῶν πάλαι τούτοις πεπληρωμένων· ἀλλὰ καὶ ἐξήγαγεν ἐκ δεσμῶν τοὺς πρότερον σειραῖς τῶν ἰδίων ἁμαρτιῶν κατεσφιγμένους, ἐξ οἴκου τε τῆς τοῦ διαβόλου φυλακῆς τοὺς διὰ τὴν περὶ τὸν τῶν ὅλων Θεὸν ἄγνοιαν ἐν σκότει καθημένους. Πρόκειται δὲ τῷ φιλομαθεῖ ἑκάστην ἐξετάζειν τῆς προφητείας λέξιν, καὶ ἀναλόγως τοῖς ὑφ’ ἡμῶν εἰρημένοις ἐπὶ τὸν Χριστὸν τοῦ Θεοῦ τὰ ὑποπίπτοντα μεταφέρειν.