Ancient Greek · ~8 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. ΚΘ′.
Not analysed yet
Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς ἐκοδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ· ἀπὸ γὰρ προσώπου ἀδικίας ᾖρται ὁ δίκαιος, ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ᾖρται ἐκ μέσου· ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης· ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστὲ τέκνα ἀπωλείας, σπέρμα ἄνομον; Es. 57, 1. Ὁ Χριστὸς τοῦ Θεοῦ μόνος κατ’ ἀλήθειαν παρὰ πάντας τοὺς πώποτε χρηματίσαντας δικαίους τοιοῦτος ἀναδέδεικται· διὸ καὶ κυρίως μόνος ἂν αὐτὸς χρηματίζοι δίκαιος, ὥστε περὶ αὐτοῦ λέγειν τὴν προφητείαν, ἴδετε ὡς ὁ δίκαιος αἴρεται· ἀπὸ τίνος δὲ αἴρεται ἐπιφέρει ἐν τῷ, ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος· τίς δὲ καὶ ὁ αἴρων αὐτὸν αὐτοῦ ἐστιν ἀκοῦσαι λέγοντος, οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Io. 10, 18. Εἶτά φησιν, ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ· ἔνθα σημειωτέον, ὅτι οὐ μόνον τὰ περὶ τοῦ θανάτου, ἀλλὰ καὶ τὰ περὶ τῆς ταφῆς αὐτοῦ ἡ προφητικὴ σημαίνει γραφὴ, ὅθεν καὶ ὁ ἱερὸς ἀπόστολος γράφων Κορινθίοις φησὶ, Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς, καὶ ὅτι ἐτάφη. 1 Cor. 15, 3. Ποίας δὲ γραφὰς, ἢ τὰς φασκούσας ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον, καὶ ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ; Οὐ μόνος δὲ ὁ προειρημένος ἡμῖν δίκαιος ἦρται ἐκ μέσου ἀδικίας, ἀλλὰ καὶ ἄνδρες δίκαιοι, φησὶν, αἴρονται, οἳ καὶ αὐτοὶ εἶεν ἂν οἱ ἱεροὶ τοῦ Χριστοῦ ἀπόστολοι, καὶ οἱ θαυμάσιοι αὐτοῦ μάρτυρες, οἱ μετοχῇ τῆς αὐτοῦ δικαιοσύνης δίκαιοι καὶ αὐτοὶ χρηματίζοντες· τούτων δ’ ἐπιτελουμένων οὐδεὶς, φησὶν, ἔβλεπεν, καὶ οὐδεὶς κατενόει, τῶν παχυνθέντων δῆλον δ’ ὅτι τὴν καρδίαν καὶ τῶν μυσάντων τοὺς ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, πρὸς οὓς τὰ ἐξῆς τῆς προφητείας λέγεται, τὰ ἀπὸ τοῦ, ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης.