Ancient Greek · ~11 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. ΙΘ′.
Not analysed yet
Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῆς δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἑκστήσει· καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡσεὶ φρύγανα ἐξωσμένα τὰ τόξα ※αὐτῶν· καὶ διώξεται αὐτούς· διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ· οὐχ ἥξει· τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι· εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν· τὰ ἄκρα τῆς γῆς ἐξεπλάγησαν· ἤγγισαν, ἦλθον ἅμα κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι· καὶ ἐρεῖ, Ἴσχυσεν ἀνὴρ τέκτων· καὶ ἀνὴρ χαλκεὺς τύπτων σφύραν ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσεται. Es. 41, 2. Δικαιοσύνη ἀπὸ ἀνατολῶν ἐξεγειρομένη τίς ἂν εἴη κατὰ περιγραφὴν οὐσίας, ἰδίαν ὑπόστασιν ἔχουσα, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, περὶ οὗ φησὶν ὁ ἀπόστολος, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις; 1 Cor. 1, 30. Τοῦτον δὲ ἐκ τῶν πατρικῶν κόλπων, παντὸς νοητοῦ φωτὸς ἀνατολῶν ὑπαρχόντων, ἡ κατὰ τὴν ἐνανθρώπησιν ἐξήγειρεν οἰκονομία, ἢ καὶ αὐτὸς ὁ Πατὴρ, ὁ δοὺς αὐτὸν ἐναντίον τῶν ἐθνῶν· ἵν’ οἱ μὲν πρότεροι βασιλεῖς αὐτῶν ἀορατοις δυνάμεις οὖσαι πονηραὶ, ἐξιστῶσιν ἀπὸ τοῦ παραδόξου τῆς οἰκονομίας, ὁρῶσαι τὸν τηλικοῦτον υἱὸν τοῦ Θεοῦ μὴ ἔχοντα εἶδος μὴ δὲ κάλλος· καὶ ἵνα μετὰ τοιάνδε ἔκστασιν δοθῶσιν εἰς γῆν αἱ ῥομφαῖαι αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν, πρὸς τὸ μὴ κατέχειν αὐτοὺς ὅπλα πολεμικὰ καὶ πεπυρωμένα βέλη, δι’ ὧν πρότερον κατεπολέμουν τὰς ὑποχειρίους αὐτοῖς ψυχάς. Μετὰ ταῦτα φησὶν, καὶ διώξεται αὐτούς· ἵν’ οὕτως κατὰ τὸ πάντων τέλος ἐκιωχθέντον αὐτῶν, διέλθῃ ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. Τίς δὲ ἑνήργησε, φησὶν, καὶ ἐποίησε ταῦτα; Προσυπακούομεν δὲ ὅτι ἡ χρηστότης καὶ φιλανθρωπία τοῦ τῶν ὅλων Θεοῦ τοῦ καλοῦντος αὐτὴν, δῆλον δ’ ὅτι τὴν δικαιοσύνην, οὐκ ἄλλην οὖσαν τῆς σοφίας αὐτοῦ, ἣν καὶ θεασάμενα ἐφοβήθη τὸν Θεὸν τὸν ἐν ἀφοβίᾳ Θεοῦ πρότερον τυγχάνοντα ἔθνη· ἃ καὶ ἐξ ἄκρων καὶ ἀπὸ περάτων τῆς οἰκουμένης κληθέντα ἤγγισεν τῷ Θεῷ· οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς γενόμενοι τῆς βασιλείας τῶν οὐρανῶν· διὸ καὶ ἐξεπλάγησαν ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας, διδάσκοντές τε ἀλλήλους, καὶ ἀδελφὸς ἀδελφῷ βοηθῶν, τὴν προτέραν ἐξομολογοῦνται περὶ τὰ εἴδωλα πλάνην, αὐτὰ δὴ ταῦτα λέγοντες· τέκτων ἄρα ἦν καὶ χαλκεὺς, ὁ διὰ σφύρας καὶ ἥλων καὶ μηχανῆς ἀνθρωπίνης ἀνεγείρας καὶ ἐνισχύσας τοὺς πρότερον νομιζομένους ἡμῖν θεούς· οἱ δὲ οὐδὲν ἄρα ἦσαν ἢ ἄψυχα ξόανα, οὐδεμίαν ἐξ ἑαυτῶν κίνησιν ἐπιδεχόμενα, καὶ ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα καὶ οὐκ ἦν ἐν αὐτοῖς ὠφέλημα. Ὅτι δὲ ταῦθ’ οὕτως ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν ἀπετελέσθη παρουσίᾳ μᾶλλον τῶν λόγων ἡ δι’ ἔργων παρίστησιν μαρτυρία.