Ancient Greek · ~1 min
Fragment 471
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (fragmenta) 471
Not analysed yet
ὃν τρόπον ἡ τῶν ὀφθαλμῶν φύσις ἔχει μὲν ἐν ἑαυτῇ τὴν ὁρατικὴν δύναμιν, οὐχ ἱκανὴ δὲ καθ' ἑαυτὴν πέφυκεν πρὸς τὴν τῶν ὁρατικῶν κατάληψιν, μὴ οὐχὶ ἑτέρου τινὸς ἔξωθεν φωτίζοντος καὶ συνυπουργοῦντος τῇ τῶν ὀφθαλμῶν χρήσει καὶ τῷ συμβαλλομένῳ φωτὶ πρὸς τὴν τῶν αἰσθητῶν θέαν, οὕτως καὶ ἡ νοερὰ καὶ λογικὴ φύσις ἔχει πρὸς τὸν ἱερὸν τοῦ θεοῦ λόγον.