Ancient Greek · ~4 min
Fragment 472
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (fragmenta) 472
Not analysed yet
ἡ φύσις αὕτη τὸ τῶν ἀνθρώπων κατέσπειρεν γένει τά τε τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας σπέρματα γινώσκειν, θατέρου τε τούτων συνεχώρησεν μετέχειν τῷ λογισμῷ, αὐτοκράτορα καὶ κριτὴν ἡγεμόνα τε καὶ κύριον αὐτὸν ἑαυτοῦ καταστήσασα· ὡς οἷα δὴ ὑπὸ τῆς φύσεως τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας προτερήματα ἔχων ἐν ἑαυτῷ οὐκ ἂν δύναιτο, κἂν εἰς αὐτὸν τῆς κακίας <βυ>θὸν καταπέσοι ποτὲ, μὴ οὐχὶ σεμνύειν τὴν ἀρετὴν, καταπταῖσον τὸ συνειδὸς, εἰ προέλοιτο τὸ χεῖρον. καὶ τούτων ἀπόδειξις καὶ ἔλεγχος ἐναργὴς τὸ μηδένα τολμᾶν τῆς ἑαυτοῦ κακίας γενέσθαι κατήγορον ἀλλ' ἐκ τῶν ἐναντίων ὡς ἡ δύναμις ἐπικρύπτειν καὶ σκέπειν ἅπερ δὴ ἂν παρὰ τὸ καθῆκον λαθραίως ἐπιχειρῇ. καὶ αὐτὴ δὲ ἡ ἑκάστου διάθεσις μὴ ὁμοίως διακειμένου πρός τε τοὺς εὐεργετοῦντας καὶ πρὸς τοὺς βλάπτειν αὐτὸν ἐπιχειροῦντας αὐτομαθὴς διδάσκαλος γίνεται ἑκάστῳ τῆς περὶ ἀγαθῶν καὶ κακῶν ἐπιστήμης, ὁ τῆς φύσεως νόμος, ταῦτά τινας δρᾶν ἑτέροις ἀπαγορεύων, ἅπερ τις αὐτὸς παρ' ἑτέρων οὐκ ἂν ἕλοιτο παθεῖν.