Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 10
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 10.7-2
Not analysed yet
ἄθρουν δ’ αὐτῷ τῆς “κοιλίας προσέφυσεν ἄλγημα, μετὰ σφοδρότητος ἀρξά- “μενον. ἀναθεωρῶν οὖν πρὸς τοὺς φίλους, ὁ θεὸς “ὑμῖν ἐγὼ, φησὶν, ἤδη καταστρέφειν ἐπιτάττομαι τὸν “βίον, παραχρῆμα τῆς εἱμαρμένης τὰς ἄρτι μου κατε- “ψευσμένας φωνὰς ἐλεγχούσης. ὁ κληθεὶς ἀθάνατος “ὑμῶν ἤδη θανεῖν ἀπάγομαι. δεκτέον δὲ τὴν “πεπρωμένην, ᾗ θεὸς βεβούληται. καὶ γὰρ βεβιώ- “κάμεν οὐδαμῆ φαύλως, ἀλλ’ ἐπὶ τῆς μακαριζομένης “λαμπρότητος. ταῦτα δὲ λέγων ἐπιτάσει τῆς ὀδύνης ‘κατεπονεῖτο.