Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.9
Not analysed yet
“Μαρκίωνα δέ τινα Ποντικὸν, ὃς καὶ νῦν ἔτι ἐστὶ ῾διδάσκων τοὺς πειθομένους ἄλλον τινὰ εἶναι νομί- “ζειν μείζονα τοῦ δημιουργοῦ θεὸν, ὃς καὶ κατὰ πᾶν “γένος ἀνθρώπων διὰ τῆς τῶν δαιμόνων συλλήψεως ‘πολλοὺς πέπεικε βλάσφημα λέγειν, καὶ ἀρνεῖσθαι “τὸν ποιητὴν τοῦδε τοῦ παντὸς πατέρα εἶναι τοῦ “Χριστοῦ ,ἄλλον δέ τινα ὡς ὄντα μείζονα παρὰ τοῦ- “τον ὁμολογεῖν πεποιηκέναι. καὶ πάντες οἱ ἀπὸ τού- “των ὡρμημένοι ,ὡς ἔφαμεν, Χριστιανοὶ καλοῦνται, ὃν τρόπον καὶ οὐ κοινῶν ὄντων δογμάτων τοῖς φιλο- “σόφοις τὸ ἐπικαλούμενον ὄνομα τῆς φιλοσοφίας κοινόν ἐστι.’’