Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.6
Not analysed yet
καὶ τῶν ἄλλων συστρεφομένων καὶ γὰρ ἥσθησαν “ἐπὶ πλεῖστον τῇ ἀκροάσει τῶν λόγων) ,δείσας ‘Ηρώ- “δης τὸ ἐπὶ τοσόνδε πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις, “μὴ ἐπὶ ἀποστάσει τινὶ φέροι ,πάντα γὰρ ἐῴκεσαν “συμβουλῇ τῇ ἐκείνου πράξοντες) ,πολὺ κρεῖττον “ἡγεῖται, πρίν τι νεώτερον ἀπ’ αὐτοῦ γενέσθαι, προ- “λαβὼν ἀναιρεῖν, ἢ μεταβολῆς γενομένης εἰς πρά- “γματα ἐμπεσὼν μετανοεῖν. καὶ ὁ μὲν ὑποψίᾳ τῇ “Ἡρώδου δέσμιος εἰς τὸν Μαχαιροῦντα πεμφθεὶς, τὸ “προειρημένον φρούριον ,ταύτῃ κτίννυται.