Ancient Greek · ~1 min
11.3 to 11.4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.3-4
Not analysed yet
ὁ δὲ αὐτὸς Εἰρηναῖος τὸν ἄπειρον βυθὸν τῆς Οὐαλεντίνου πολυπλανοῦς ὕλης εὐτονώτατα διαπλώσας ,ἑρπετοῦ δίκην φωλεύοντος ἀπόκρυφον οὖσαν αὐτοῦ καὶ λεληθυῖαν ἀπογυμνοῖ τὴν κακίαν. πρὸς τούτοις καὶ ἄλλον τινὰ, Μάρκος αὐτῷ ὄνομα, κατ’ αὐτοὺς γενέσθαι λέγει μαγικῆς κυβείας ἐμπειρότατον. γράφει δὲ καὶ τὰς ἀτελέστους αὐτῶν τελετὰς μυσαράς τε μυσταγωγίας ἐκφαίνων αὐτοῖς δὴ τούτοις τοῖς γράμμασιν