Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.5
Not analysed yet
“οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι καὶ “μυσταγωγίαν ἐπιτελοῦσι μετ’ ἐπιρρήσεών τινων τοῖς τελουμένοις ,καὶ πνευματικὸν γάμον φάσκουσιν “εἶναι τὸ ὑπ’ αὐτῶν γινόμενον ,κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν. οἱ δὲ ἄγουσιν ἐφ’ ὕδωρ, καὶ “βαπτίζοντες οὕτως ἐπιλέγουσιν· εἰς ὄνομα ἀγνώστου πατρὸς τῶν ὅλων, εἰς ἀλήθειαν μητέρα τῶν πάντων, ῾εἰς τὸν κατελθόντα εἰς τὸν Ἰησοῦν. ἄλλοι δὲ Ἑβρα- “ϊκὰ ὀνόματα ἐπιλέγουσι πρὸς τὸ μᾶλλον καταπλῆξαι “τοὺς τελουμένους.’’