Ancient Greek · ~3 min
11.6 to 11.8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.6-2-8
Not analysed yet
ἀλλὰ γὰρ μετὰ τέταρτον τῆς ἐπισκοπῆς ἔτος ῾Υγίνου τελευτήσαντος Πίος ἐπὶ Ῥώμης ἐγχειρίζεται τὴν λειτουργίαν. κατά γε μὴν τὴν ’Αλεξάνδρειαν Μάρκος ἀναδείκνυται ποιμὴν, Εὐμενοῦς ἔτη τὰ πάντα δέκα πρὸς τρισὶν ἐκπλήσαντος ,τοῦ τε Μάρκου ἐπὶ δέκα ἔτη τῆς λειτουργίας ἀναπαυσαμένου Κελαδίων τῆς Ἀλεξανδρέων ἐκκλησίας τὴν λειτουργίαν παραλαμβάνει. καὶ κατὰ τὴν ῾Ρωμαίων δὲ πόλιν πεντεκαιδεκάτῳ τῆς ἐπισκοπῆς ἐνιαυτῷ Πίου μεταλλάξαντος Ἀνίκητος τῶν ἐκεῖσε προΐσταται. καθ’ ὃν Ἡγήσιππος ἱστορεῖ ἑαυτὸν ἐπιδημῆσαι τῇ ῾Ρώμῃ, παραμεῖναί τε αὐτόθι μέχρι τῆς ἐπισκοπῆς Ἐλευθέρου. μάλιστα δὲ ἤκμαζεν ἐπὶ τῶνδε ’Ιουστῖνος, ἐν φιλοσόφου σχήματι πρεσβεύων τὸν θεῖον λόγον, καὶ τοῖς ὑπὲρ τῆς πίστεως ἐναγωνιζόμενος συγγράμμασιν. ὃς δὴ καὶ γράψας κατὰ Μαρκίωνος σύγγραμμα μνημονεύει ὡς καθ’ ὃν συνέταττε καιρὸν γνωριζομένου τῷ βίῳ τἀνδρός. φησὶ δὲ οὕτως