Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 13
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.10
Not analysed yet
“Μακάριος εἶ πιστεύσας ἐν ἐμοὶ μὴ ἑωρα- “κώς με. γέγραπται γὰρ περὶ ἐμοῦ τοὺς ἑωρακότας “με μὴ πιστεύσειν μοι, καὶ ἵνα οἱ μὴ ἑωρακότες αὐ- “τοὶ πιστεύσωσι καὶ ζήσωνται. περὶ δὲ οὗ ἔργαψάς “μοι ἐλθεῖν πρὸς σὲ, δέον ἐστὶ πάντα, δι᾿ ἃ ἀπεστά- “λην, ἐνταῦθα πληρῶσαί με, καὶ μετὰ τὸ πληρῶσαι “οὕτως ἀναληφθῆναι πρὸς τὸν ἀποστείλαντά με. καὶ “ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοί τινα τῶν μαθητῶν “μου, ἵνα ἰάσηταί σου τὸ πάθος καὶ ζωήν σοι καὶ “τοῖς σὺν σοὶ παράσχηται.”