Ancient Greek · ~4 min
ΛΟΓΟΣ Α., Chapter 13, lines 13.5-13.9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.5-9
Not analysed yet
᾿Αντίγραφον ἐπιστολῆς γραφείσης ὑπὸ ᾿Αβγάρου τοπάρχου
τῷ ᾿Ιησοῦ, καὶ πεμφθείσης αὐτῷ δι᾿ ᾿Ανανία ταχυδρόμου
εἰς ῾Ιεροσόλυμα.
“Ἄβγαρος τοπάρχης ᾿Εδέσσης ᾿Ιησοῦ σωτῆρι “ἀγαθῷ ἀναφανέντι ἐν τόπῳ ῾Ιεροσολύμων χαίρειν. “ἤκουσταί μοι τὰ περὶ σοῦ καὶ τῶν σῶν ἰαμάτων, ὡς “ἄνευ φαρμάκων καὶ βοτανῶν ὑπὸ σοῦ γινομένων. “ὡς γὰρ λόγος, τυφλοὺς ἀναβλέπειν ποιεῖς, χωλοὺς “περιπατεπῖν, καὶ λεπροὺς ἀναβλέπειν ποιεῖς, χωλοὺς “πνεύματα καὶ δαίμονας ἐκβάλλεις, καὶ τοὺς ἐν μα- “κρονοσίᾶ βασανιζομένους θεραπεύεις, καὶ νεκροὺς “ἐγείρεις.
καὶ ταῦτα πάντα ἀκούσας περὶ σοῦ κατὰ “νοῦν ἐθέμην τὸ ἕτερον τῶν δύο, ἢ ὅτι σὺ εἶ ὁ θεὸς “καὶ καταβὰς ἀπὸ τοῦ οὐρανοῦ ποιεῖς ταῦτα, ἢ υἱὸς “εἶ τοῦ θεοῦ ποιῶν ταῦτα.
διὰ τοῦτο τοίνυν γρά- “ψας ἐδεήθην σου σκυλῆναι πρὸς ἐμὲ, καὶ τὸ πάθος, “ὃ ἔχω, θεραπεῦσαι. καὶ γὰρ ἤκουσα ὅτι καὶ ᾿Ιουδαῖοι “καταγογγύζουσί σου καὶ βούλονται κακῶσαίσε. πόλις “δὲ μικροτάτη μοί ἐστι καὶ σεμνὴ, ἥτις ἐξαρκεῖ ἀμφο- “τέροις.”
Τὰ ἀντιγραφέντα ὑπὸ Ἰησοῦ διὰ Ἀνανία ταχυδρόμου τοπάρχῃ
᾿Αβγάρῳ.