Ancient Greek · ~4 min
13.11 to 13.13
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.11-13
Not analysed yet
Ταύταις δὲ ταῖς ἐπιστολαῖς ἔτι καὶ ταῦτα συνῆπτο τῇ Σύρων φωνῇ. μετὰ δὲ τὸ ἀναληφθἠνα τὸν Ἰησοῦν ἀπέστειλεν αὐτῷ Ἰούδας ὁ καὶ Θωμᾶς Θαδδαῖον ἀπόστολον, ἕνα τῶν ἑβδομήκοντα· ὃς ἐλθὼν κατέμενε πρὸς Τωβίαν τὸν τοῦ Τωβία. ὡς δὲ ἠκούσθη περὶ αὐτοῦ, ἐμηνύθη τῷ Ἀβγάρῳ ὅτι ἐλήλυθεν ἐνταῦθα ἀπόστολος τοῦ Ἰησοῦ, καθὰ ἐπέστειλέ σοι. ἤρξατο οὖν ὁ Θαδδαῖος ἐν δυνάμει θεοῦ θεραπεύειν πᾶσαν νόσον καὶ μαλακίαν, ὥστε πάντας θαυμάζειν· ὡς δὲ ἤκουσεν ὁ Ἄβγαρος τὰ μεγαλεῖα καὶ τὰ θαυμάσια, ἃ ἐποίει, καὶ ὡς ἐθεράπευεν, ἐν ὑπονοίᾳ γέγονεν ὡς ὅτι αὐτός ἐστι, περὶ οὗ ὁ Ἰησοῦς ἐπέστειλε λέγων, ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοί τινα τῶν μαθητῶν μου, ὃς τὸ πάθος σου ἰάσετει. μετακαλεσάμενος οὖν τὸν Τωβίαν, παρ᾿ ᾧ κατέμενεν, εἶπεν, ἤκουσα ὅτι ἀνήρ τις δυνάστης ἐλθὼν κατέμεινεν ἐν τῇ σῆ οἰκίᾳ· ἀνάγαγε αὐτὸν πρὸς ἐμέ. ἐλθὼν δὲ ὁ Τωβίας παρὰ Θαδδαίῳ εἶπεν αὐτῷ, ὁ τοπάρχης Ἄβγαρος μετακαλεσάμενός με εἶπεν ἀναγα- γεῖν σε παρ’ αὐτῷ, ἔνα θεραπεύσῃς αὐτοῦ τὸ πάθος. καὶ ὁ Θαδδαῖος, ἀναβαίνω ,ἔφη, ἐπειδήπερ δυνάμει παρ’ αὐτῷ ἀπέσταλμαι.