Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 13
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.14
Not analysed yet
ὀρθρίσας οὖν ὁ Τωβίας τῇ ἑξῆς καὶ παραλαβὼν τὸν Θαδδαῖον ἦλθε πρὸς τὸν Ἄβγαρον· ὡς δὲ ἀνέβη, παρόντων καὶ ἑστώτων τῶν μεγιστάνων αὐτοῦ ,παραχρῆμα ἐν τῷ εἰσιέναι αὐτὸν ὅραμα μέγα ἐφάνη τῷ Ἀβγάρῳ ἐν τῷ προσώπῳ τοῦ ἀποστόλου Θαδδαίου. ὅπερ ἰδὼν Ἄβγαρος προσεκύνησε τῷ Θαδδαίῳ, θαῦμά τε ἔσχε πάντας τοὺς περιεστῶτας· αὐτοὶ γὰρ οὐχ ἑωράκεσαν τὸ ὅραμα, ὃ μόνῳ τῷ Ἀβγάρῳ ἐφάνη.