Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 13
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.15
Not analysed yet
ὃς καὶ τὸν Θαδδαῖον ἤρετο, εἰ ἐπ’ ἀληθείας μαθητὴς εἶ Ἰησοῦ τοῦ υἱοῦ τοῦ θεοῦ, ὃς εἰρήκει πρὸς ἐμέ “ἀποστελῶ σοί τινα τῶν μαθητῖν μου, ὅστις ἰάσεταί σε καὶ ζωήν σοι παρέξει. καὶ ὁ Θαδδαῖος ἔφη “ἐπεὶ μεγάλως πεπίστευκας εἰς τὸν ἀποστείλαντά με, διὰ τοῦτο ἀπεστάλην πρὸς σέ. καὶ πάλιν ἐὰν πιστεύσῃς ἐν αὐτῷ, ὡς ἂν πιστεύσῃς ἔσται σοι τὰ αἰτήματα τῆς καρδίας σου.