Ancient Greek · ~6 min
15.10 to 15.14
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 15.10-14
Not analysed yet
καὶ δὴ εὐχόμενον ἐν ὀπτασίᾳ τριῶν πρότερον ἡμερῶν τῆς συλλήψεως νύκτωρ ἰδεῖν τὸ ὑπὸ κεφαλῆς αὐτῷ στρῶμα ἀθρόως οὕτως ὑπὸ πυρὸς φλεχθὲν δεδαπανῆσθαι, ἔξυπνον δὲ ἐπὶ τούτῳ γενόμενον εὐθὺς ὑφερμηνεῦσαι τοῖς παροῦσι τὸ φανὲν, μονονουχὶ τὸ μέλλον προθεσπίσαντα, σαφῶς τε ἀνειπόντα τοῖς ἀμφ᾿ αὐτὸν ὅτι δέοι αὐτὸν διὰ Χριστὸν πυρὶ τὴν ζωὴν μεταλλάξαι. ἐπικειμένων δὴ οὖν σὺν πάσῃ σπουδῇ τῶν ἀναζητούντων αὐτὸν αὖθις πρὸς τῆς τῶν ἀδελφῶν διαθέσεως καὶ στοργῆς ἐκβεβιασμένον μεταβῆ- ναί φασιν ἐφ’ ἕτερον ἀγρὸν, ἔνθα μετ’οὐ πλεῖστον τοὺσ συνελαύνοντας ἐπελθεῖν, δύο δὲ τῶν αὐτόθι συλλαβεῖν παίδων, ὧν θάτερον αἰκισαμένους ἐπι– στῆναι δι’αὐτοῖ τῇ τοῦ Πολυκάρπου καταγωγῇ. ὀψὲ δὲ τῆς ὥρας ἐπελθόντας αὐτὸν μὲν εὑρεῖν ἐν ὑπερᾠῳ κατακείμενον, ὅθεν δυνατὸν ὄν αὐτῷ ἐφ’ ἑτέραν μεταστῆναι οὀκίαν μὴ βεβουλῆσθαι, εἰπόντα “τὸ θέλημα τοῦ θεοῦ γινέσθω.” Καὶ δὴ μαθὼν πα– ρόντας, ὡς ὁλόγος φηςὶ, καταβὰς αὐτοῖς διελέξατο, εὖ μάλα φαιδρῷ καὶ πραοτάτῳ προσώπῳ, ὡς καὶ θαῦμα δοκεῖν ὁρᾶν τοὺς πάλαι τοῦ ἀνδρὸς ἀγνῶτας, ἐναποβλέποντας τῷ τῆς ἡλικίας αὐτοῦ παλαιῷ καὶ τῷ σεμνῷ καὶ εὐσταθεῖ τοῦ προσώπου, καὶ εἰ το– σαύτη γένοιτο σπουδὴ ὑπὲρ τοῦ τοιοῦτον συλληφθῆ– ναι πρεσβύτην. ὁ δ’ οὐ μελλήσας εὐθέως τρά– πεζαν αὐτοῖς παρατεθῆναι προστάττει, εἶτα τροφῆς ἀφθόνου μεταλαβεῖν ἀξιοῖ, μίαν τε ὥραν, ὡς ἄν προσεύξοιτο ἀδεῶς, παρ’αὐτῶν αἰτεπῖαι. ἐπιτρεψάν– των δὲ ἀναστὰς ηὔχετο, ἔμπλεως τῆς χάριτος ὤν τοῦ κυρίου, ὡς ἐκπληττεσθαι τοὺς παρόντας εὐχομένου αὐτοῦ ἀκροωμένους, πολλούς τε αὐτῶν μετανοεῖν ἤδη ἐπὶ τῷ τοιοῦτον ἀναιρεῖσθαι μέλλειν σεμνὸν καὶ θεοπρεπῆ πρεσβύτην,