Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 15
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 15.15
Not analysed yet
ἐπὶ τούτοις ἡ περὶ αὐτοῦ γραφὴ κατὰ λέξιν ὧδέ πως τὰ ἑξῆς τῆς ἱστορίας ἔχει “ἐπεὶ δέ ποτε κατέπαυσε τὴν προσευχὴν, μνημονεύ– “σας ἁπάντων καὶ τῶν πώποτε συμβεβληκότων αὐτῷ “μικρῶν τε καὶ μεγόλων, ἐνδόξων τε καὶ ἀδόξων, “καὶ πάσης τῆς κατὰ τὴν οἰκουμένην καθολικῆς “ἐκκλησίας, τῆς ὥρας ἐλθούσης τοῦ ἐξιέναι, ὄνῳ “καθίσαντες αὐτὸν ἤγαγον εὶν πόλιν, ὄντος “σαββάτου μεγάλου, καὶ ὑπήντα αὐτῷ ὁ εἰρήναρ– “χος Ἡρώδης καὶ ὁ πατὴρ αὐτοῦ Νικήτης, οἳ καὶ “μεταθέντες αὐτὸν εἰς τὸ ὄχημα ἔπειθον παρακαθεζό- “μενοι καὶ λέγοντες· τί γὰρ κακόν ἐστιν εἰπεῖν, κύριε ῾Καῖσαρ ,καὶ θῦσαι καὶ διασώζεσθαι;