Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 17
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.9
Not analysed yet
εἶθ’ ἑξῆς τὰς οἰκήσεις αὐτῶν ὁποῖαί τινες ἦσαν διαγράψας περὶ τῶν κατὰ χώραν ἐκκλησιῶν ταῦτά φησιν ἐν ἑκάστῃ δὲ οἰκίᾳ ἐστὶν οἴκημα ἱερὸν ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται ,μηδὲν εἰσκομίζοντες ,μὴ ποτὸν, μὴ σιτίον ,μηδέ τι τόν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους, καὶ τἄλλα οἶς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦν- ται.’