Ancient Greek · ~2 min
17.7 to 17.8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.7-8
Not analysed yet
τὰ παραπλήσια δὲ τούτοις μαρτυρήσας τοῖς δηλουμένοις ὁ Φίλων συλλαβαῖς αὐταῖς ἐπιφέρει λέγων ταῦτα περὶ αὐτῶν οὕτω “πολλαχοῦ μὲν οὖν τῆς οἰκουμένης ἐστὶ τὸ γένος· ἔδυ γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον. πλεονάζει δ’ ἐν Αἰγύπτῳ καθ’ ἕκαστον τῶν ἐπικαλουμένων νομῶν ,καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν. οἱ δὲ πανταχόθεν ἄριστοι, καθάπερ εἰς πατρίδα θεραπευτῶν ,ἀποικίαν στέλλονται πρός τι χωρίον ἐπιτηδειότατον, ὅπερ ἐστὶν ὑπὲρ λίμνης Μάριας κείμενον ἐπὶ γεωλόφου χθαμαλωτέρου σφόδρα εὐκαίρως, ἀσφαλείας τε ἕνεκα καὶ ἀέρος εὐκρασίας.’