Ancient Greek · ~2 min
2 to 3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2-2-3
Not analysed yet
τῆς μὲν οὖν περὶ τούτων ἐντελεστάτης ὑφηγήσεως τὸ πᾶν σύγγραμμα τῇ τῶν μαρτύρων ἡμῖν κατατέτακται συναγωγῇ, οὐχ ἱστορικὴν αὐτὸ μόνον, ἀλλὰ καὶ διδασκαλικὴν περιέχον διήγησιν. ὁπόσα γέ τοι τῆς παρούσης ἔχοιτο πραγματείας, ταῦτ᾿ ἐπὶ τοῦ παρόντος ἀναλεξάμενος παραθήσομαι. ἄλλοι μὲν οὖν ἱστορικὰς ποιούμενοι διηγήσεις πάντως ἂν παρέδωκαν τῇ γραφῇ πολέμων νίκας, καὶ τρόπαια κατ᾿ ἐχθρῶν, στρατηγῶν τε ἀριστείας, καὶ ὁπλιτῶν ἀνδραγαθίας, αἵματι καὶ μυρίοις φόνοις παίδων καὶ πατρίδος καὶ τῆς ἄλλης ἕνεκεν περιου- σίας μιανθέντων.