Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter praef
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 4
Not analysed yet
ὁ δέ γε περὶ τοῦ καθ’ ἡμὰς πολιτεύματος διηγηματικὸς ἡμῖν λόγος τοὺς ὑπὲρ αὐτῆς τῆς κατὰ ψυχὴν εἰρήνης εἰρηνικωτάτους πολέμους, καὶ τοὺς ἐν τούτοις ὑπὲρ ἀληθείας μᾶλλον ἢ πατρίδος, καὶ μᾶλλον ὑπὲρ εὐσεβείας ἢ τῶν φιλτάτων ἀνδρισαμένους αἰωνίαις ἀναγράψεται στήλαις, τῶν εὐσεβείας ἀθλητῶν τὰς ἐνστάσεις, καὶ τὰς πολυτλήτους ἀνδρείας, τρόπαιά τε τὰ κατὰ δαιμόνων ,καὶ νίκας τὰς κατὰ τῶν ἀοράτων ἀντιπάλων, καὶ τοὺς ἐπὶ πᾶσι τούτοις στεφάνους εἰς αἰώνιον μνήμην ἀνακηρύττων.