Ancient Greek · ~2 min
2 to 3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2-3-3
Not analysed yet
τεττάρων οὖν τὴν κατὰ πάντων διειληχότων ἀρχὴν οἶ μὲν χρόνῳ καὶ τιμῇ προηγούμενοι, οὐδ’ ὅλοις δυοῖν ἔτεσιν ἐπιγενόμενοι τῷ διωγμῷ, μεθίστανται τῆς βασιλείας, ᾗ καὶ πρόσθεν ἡμῖν δεδήλωται, καὶ δὴ τὸν ἐπίλοιπον τοῦ βίου χρόνον δημώδει καὶ ἰδιωτικῷ τρόπῳ διαγενόμενοι τέλος τοιόνδε τῆς ζωῆς εἰλήχασιν· ὁ μὲν τιμῇ τε καὶ χρόνῳ τῶν πρωτείων ἠξιωμένος μακρᾷ καὶ ἐπιλυποτάτῃ τῇ τοῦ σώματος ἀσθενείᾳ διεργασθεὶς, ὁ δὲ τὰ δεύτερα αὐτοῦ φέρων ἀγχόνῃ τὴν ζωὴν ἀπορρήξας, κατά τινα δαιμονίαν προσημείωσιν τοῦτο παθὼν διὰ πλείστας αὐτῷ τετολμημένας ῥᾳδιουργίας.