Ancient Greek · ~3 min
ΛΟΓΟΣ Η., Chapter appendix
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 4-2
Not analysed yet
τῶν δὲ μετὰ τούτους ὁ μὲν ὕστατος, ὃν δὴ καὶ ἀρχηγὸν τοῦ παντὸς ἔφαμεν γεγονέναι διωγμοῦ, τοιαῦτα οἶα καὶ προδεδηλώκαμεν πέπονθεν, ὁ δὲ τοῦτον προάγων χρηστότατος καὶ ἠπιώτατος βασιλεὺς Κωνστάντιος, ἐπαξίως τῆς ἡγεμονίας τὸν ἅπαντα τῆς ἀρχῆς διατελέσας χρόνον, ἀλλὰ καὶ τἄλλα τοῖς πᾶσι δεξιώτατον καὶ εὐεργετικώτατον παρασχὼν ἑαυτὸν, ἀτὰρ καὶ τοῦ καθ’ ἡμῶν πολέμου ἔξω γενόμενος, καὶ τοὺς ὑπ’ αὐτὸν θεοσεβεῖς ἀβλαβεῖς καὶ ἀνεπηρεάστους διαφυλάξας, καὶ μήτε τοὺς οἴκους τῶν ἐκκλησιῶν καθελὼν μήθ’ ἕτερόν τι μηδ’ ὅλως καθ’ ἡμῶν ἐπικαινουργήσας, τέλος εὔδαιμον καὶ τρισμακάριον ὄντως κατείληφε τοῦ βίου, μόνος ἐπὶ τῆς αὐτοῦ βασιλείας εὐμενῶς καὶ ἐπιδόξως, ἐπὶ διαδόχῳ τῆς βασιλείας γνησίῳ παιδὶ τὰ πάντα σωφρονεστάτῳ καὶ εὐσεβεστάτῳ, τελευτήσας·